Thesauros Edebiyat Tragedya Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 6

[Episode]
χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία
Ἀγαύη
πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ
 
φυγὰς ἐκ θαλάμων. 1370
Κάδμος
στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου
 
Ἀγαύη
στένομαί σε, πάτερ.
Κάδμος
κἀγὼ σέ, τέκνον,
 
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Ἀγαύη
δεινῶς γὰρ τάνδʼ αἰκείαν
 
Διόνυσος ἄναξ τοὺς σοὺς εἰς 1375
 
οἴκους ἔφερεν.
Διόνυσος
καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
 
ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.
Ἀγαύη
χαῖρε, πάτερ, μοι.
Κάδμος
χαῖρʼ, ὦ μελέα
 
θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις. 1380
Ἀγαύη
ἄγετʼ, ὦ πομποί, με κασιγνήτας
 
ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.
 
ἔλθοιμι δʼ ὅπου
 
μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς
 
μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ, 1385
 
μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται·
 
Βάκχαις δʼ ἄλλαισι μέλοιεν.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
 
πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·
 
καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, 1390
 
τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
 
τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.
← Önceki 14 / 14

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi