Thesauros Edebiyat Tragedya Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 5

[Episode]
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος
πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς
 
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
εὐάζω ξένα μέλεσι βαρβάροις·
 
οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. 1035
Ἄγγελος
Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις
 
Χορός
ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
 
κράτος ἔχουσʼ ἐμόν.
Ἄγγελος
συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις
 
κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. 1040
Χορός
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
 
ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;
Ἄγγελος
ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
 
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
 
λέπας Κιθαιρώνειον εἰσεβάλλομεν 1045
 
Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—
 
ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
 
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
 
τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
 
σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. 1050
 
ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
 
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
 
καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
 
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
 
κισσῷ κομήτην αὖθις ἐξανέστεφον, 1055
 
αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,
 
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
 
Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
 
ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,
 
οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· 1060
 
ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
 
ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
 
τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·
 
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
 
κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· 1065
 
κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
 
τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
 
ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων
 
ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.
 
Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, 1070
 
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω
 
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
 
ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,
 
ἔχουσα νώτοις δεσπότην ἐφήμενον·
 
ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. 1075
 
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
 
καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,
 
ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
 
Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
 
ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια 1080
 
γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
 
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν
 
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
 
σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη
 
φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν. 1085
 
αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
 
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
 
ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν
 
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
 
ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες 1090
 
ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
 
μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι
 
πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
 
ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
 
ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, 1095
 
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
 
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
 
ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
 
ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος
 
Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον. 1100
 
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
 
καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
 
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
 
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
 
ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον, 1105
 
ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
 
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
 
θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ
 
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
 
προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· 1110
 
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
 
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
 
Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
 
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
 
καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο 1115
 
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
 
τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
 
ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
 
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
 
οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς 1120
 
ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
 
ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
 
κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,
 
ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.
 
λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα, 1125
 
πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
 
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
 
ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
 
Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,
 
ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς 1130
 
ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
 
ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
 
αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,
 
ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
 
πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη 1135
 
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
 
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
 
πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
 
οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,
 
ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, 1140
 
πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου
 
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
 
λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
 
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
 
τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον 1145
 
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
 
τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
 
ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ
 
ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
 
τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν 1150
 
κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον
 
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
[Choral]
ἀναχορεύσωμεν Βάκχιον,
Χορός
ἀναβοάσωμεν ξυμφορὰν
 
τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα· 1155
 
ὃς τὰν θηλυγενῆ στολὰν
 
νάρθηκά τε, πιστὸν Ἅιδαν,
 
ἔλαβεν εὔθυρσον,
 
ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
 
βάκχαι Καδμεῖαι, 1160
 
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
 
ἐς στόνον, ἐς δάκρυα.
 
καλὸς ἀγών, χέρʼ αἵματι στάζουσαν
 
περιβαλεῖν τέκνου.
 
ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην 1165
 
Πενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοις
 
ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.
[Choral 1]
Ἀσιάδες βάκχαι —
Χορός
τί μʼ ὀροθύνεις, ὤ;
Ἀγαύη
φέρομεν ἐξ ὀρέων
 
ἕλικα νεότομον ἐπὶ μέλαθρα, 1170
 
μακάριον θήραν.
Χορός
ὁρῶ καί σε δέξομαι σύγκωμον.
Ἀγαύη
ἔμαρψα τόνδʼ ἄνευ βρόχων
 
λέοντος ἀγροτέρου νέον ἶνιν·
 
ὡς ὁρᾶν πάρα. 1175
Χορός
πόθεν ἐρημίας;
Ἀγαύη
Κιθαιρὼν
Χορός
Κιθαιρών;
Ἀγαύη
κατεφόνευσέ νιν.
Χορός
τίς ἁ βαλοῦσα;
Ἀγαύη
πρῶτον ἐμὸν τὸ γέρας.
 
μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις. 1180
Χορός
τίς ἄλλα;
Ἀγαύη
τὰ Κάδμου
Χορός
τί Κάδμου;
Ἀγαύη
γένεθλα
 
μετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼ
 
ἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα.
Χορός
Ἀγαύη
μέτεχέ νυν θοίνας.
Χορός
τί; μετέχω, τλᾶμον;
Ἀγαύη
νέος ὁ μόσχος ἄρ- 1185
 
τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχα
 
κατάκομον θάλλει.
Χορός
πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ.
Ἀγαύη
ὁ Βάκχιος κυναγέτας
 
σοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρα 1190
 
τόνδε μαινάδας.
Χορός
ὁ γὰρ ἄναξ ἀγρεύς.
Ἀγαύη
ἐπαινεῖς;
Χορός
ἐπαινῶ.
Ἀγαύη
τάχα δὲ Καδμεῖοι
Χορός
καὶ παῖς γε Πενθεὺς 1195
Ἀγαύη
ματέρʼ ἐπαινέσεται, 1195
 
λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.
Χορός
περισσάν.
Ἀγαύη
περισσῶς.
Χορός
ἀγάλλῃ;
Ἀγαύη
γέγηθα,
 
μεγάλα μεγάλα καὶ
 
φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi