Thesauros Edebiyat Tragedya Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 2

[Episode]
καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
Χορός
Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
 
δῆλος ὁρᾶσθαι 350
 
τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
 
ὦ χιλιόναυν στρατὸν ὁρμήσας
 
ἐς γῆν Ἀσίαν,
 
χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς,
 
θεόθεν πράξας ἅπερ ηὔχου. 355
Μενέλαος
ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι
 
Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·
 
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
 
οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
 
Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην 360
 
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
 
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
 
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
 
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
 
ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς· 365
 
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
 
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
 
δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
 
πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
 
ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης, 370
 
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
 
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
 
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
 
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
 
καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες, 375
 
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
 
βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,
 
ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
 
ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης
ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς. 380
 
ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
 
τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
 
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
 
σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
Μενέλαος
ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων; 385
Ὀρέστης
εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
Μενέλαος
ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
Μενέλαος
δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι. 390
Μενέλαος
ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
Ὀρέστης
ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος; 395
Ὀρέστης
ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
Μενέλαος
πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με —
Μενέλαος
δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
Ὀρέστης
μανίαι τε, μητρὸς αἵματος τιμωρίαι. 400
Μενέλαος
ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
Ὀρέστης
ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
Μενέλαος
πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ὀρέστης
νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας; 405
Ὀρέστης
Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
Ὀρέστης
ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
Ὀρέστης
σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν. 410
Μενέλαος
αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν. 415
Ὀρέστης
Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.
Μενέλαος
κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. 420
Μενέλαος
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
Ὀρέστης
οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.
Μενέλαος
πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία; 425
Ὀρέστης
οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
Μενέλαος
τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ὀρέστης
μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.
Μενέλαος
οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ὀρέστης
ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω. 430
Μενέλαος
τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ὀρέστης
Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενέλαος
συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
Ὀρέστης
οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.
Μενέλαος
τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων; 435
Ὀρέστης
οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει.
Μενέλαος
Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις;
Ὀρέστης
πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι;
Μενέλαος
τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;
Ὀρέστης
ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ. 440
Μενέλαος
φεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν;
Ὀρέστης
θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι.
Μενέλαος
κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
Ὀρέστης
κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενέλαος
ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός; 445
Ὀρέστης
πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
Μενέλαος
ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
Ὀρέστης
ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
 
ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
 
μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας, 450
 
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
 
ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
 
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
 
ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
 
οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι. 455
Χορός
καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
 
ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
 
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
Ὀρέστης
ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
 
στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει 460
 
ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
 
καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
 
φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
 
παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
 
τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω· 465
 
οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,
 
ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
 
λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
 
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδάρεως
ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν, 470
 
Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
 
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
 
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
 
ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
 
στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον. 475
Μενέλαος
ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδάρεως
ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
 
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
 
ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
 
στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν. 480
 
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
Μενέλαος
τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδάρεως
κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενέλαος
πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδάρεως
βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις. 485
Μενέλαος
Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδάρεως
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενέλαος
πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.
Τυνδάρεως
κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.
Μενέλαος
ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν. 490
Τυνδάρεως
πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
 
εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
 
τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος,
 
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
 
οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον; 495
 
ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
 
πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα,
 
αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —
 
χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην, 500
 
ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων
 
μητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶς
 
καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.
 
νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι.
 
κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος, 505
 
αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.
 
ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
 
εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
 
χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,
 
κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνον 510
 
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
 
καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
 
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
 
οὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ,
 
φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή. 515
 
αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ,
 
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
 
ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
 
πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν·
 
Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω 520
 
οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς
 
γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
 
ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
 
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
 
παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί. 525
 
ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε,
 
ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
 
μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
 
δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
 
ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ· 530
 
μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
 
μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
 
ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;
 
ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
 
μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων, 535
 
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
 
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
 
θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
 
ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
 
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ, 540
 
πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
Χορός
ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
 
καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
Ὀρέστης
ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
 
ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα. 545
 
ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,
 
ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
 
ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
 
τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,
 
καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα. 550
 
τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
 
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
 
τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·
 
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
 
ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ 555
 
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
 
ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν —
 
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
 
ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
 
κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως. 560
 
Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
 
τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
 
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
 
ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
 
ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ. 565
 
εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,
 
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
 
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
 
παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
 
ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼ 570
 
δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
 
μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
 
ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
 
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
 
προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος· 575
 
ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην
 
ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
 
ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
 
πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
 
φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος 580
 
σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
 
οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
 
ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
 
τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
 
σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν 585
 
ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
 
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
 
ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
 
Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
 
μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον. 590
 
ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
 
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
 
ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
 
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
 
ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε· 595
 
ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
 
ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
 
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
 
εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
 
ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε, 600
 
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
 
γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
 
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
 
τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
Χορός
αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς 605
 
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδάρεως
ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
 
οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
 
μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
 
καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων 610
 
ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
 
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
 
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
 
σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
 
μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία, 615
 
ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
 
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
 
ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
 
καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος —
 
οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν· 620
 
ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
 
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
 
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,
 
μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
 
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, 625
 
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
 
τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
 
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
 
ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος 630
 
πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
 
Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,
 
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
 
ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ. 635
Ὀρέστης
μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
 
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
 
κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
Ὀρέστης
λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων 640
 
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
 
ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
 
ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
 
— οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν
 
σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. — 645
 
ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ
 
ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
 
ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,
 
οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν
 
τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος. 650
 
ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.
 
ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
 
τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,
 
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
 
ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών, 655
 
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
 
σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
 
ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,
 
ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.
 
δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν 660
 
πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
 
ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
 
κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
 
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
 
ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους 665
 
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
 
ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
 
ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
 
φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
 
κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω· 670
 
ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν,
 
ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
 
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
 
ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
 
θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην 675
 
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
 
ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
 
εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
 
θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως 680
 
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος
Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
 
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
 
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
 
ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός, 685
 
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
 
τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
 
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
 
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
 
σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων. 690
 
μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
 
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
 
δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
 
σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
 
πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε. 695
 
ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
 
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
 
εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
 
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
 
ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς, 700
 
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
 
ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
 
καραδοκοῦντι κτῆμα τιμιώτατον.
 
ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
 
πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς. 705
 
καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
 
ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
 
μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
 
μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω —
 
σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων. 710
 
ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
 
σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
 
στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
 
οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
 
προσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει. 715
 
δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης
Ὀρέστης
ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
 
τἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
 
φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος 720
 
φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.
 
οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες,
 
ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
 
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
 
ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν 725
 
Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
 
ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
 
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Πυλάδης
θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
 
σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς, 730
 
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
 
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
 
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
Ὀρέστης
οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων. 735
Ὀρέστης
Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης
ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
Ὀρέστης
χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις. 740
Πυλάδης
καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
Πυλάδης
ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός; 745
Ὀρέστης
μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης
οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ. 750
Πυλάδης
Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
Πυλάδης
κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης
ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν; 755
Ὀρέστης
ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ. 760
Πυλάδης
εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης
κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης
πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης
Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ. 765
Ὀρέστης
ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης
ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ὀρέστης
ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
Πυλάδης
οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
Ὀρέστης
οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ; 770
Πυλάδης
οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
Ὀρέστης
δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλάδης
ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
Ὀρέστης
εἶἑν. ἐς κοινὸν λέγειν χρή.
Πυλάδης
τίνος ἀναγκαίου πέρι;
Ὀρέστης
εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν — 775
Πυλάδης
ὡς ἔδρασας ἔνδικα; 775
Ὀρέστης
πατρὶ τιμωρῶν ἐμαυτοῦ;
Πυλάδης
μὴ λάβωσί σʼ ἄσμενοι.
Ὀρέστης
ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;
Πυλάδης
δειλὸν τόδε.
Ὀρέστης
πῶς ἂν οὖν δρῴην;
Πυλάδης
ἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;
Ὀρέστης
οὐκ ἔχω.
Πυλάδης
μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
Ὀρέστης
εἰ τύχοι, γένοιτʼ ἄν. 780
Πυλάδης
οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν. 780
Ὀρέστης
ἀλλὰ δῆτʼ ἔλθω.
Πυλάδης
θανὼν γοῦν ὧδε κάλλιον θανῇ.
Ὀρέστης
εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
Πυλάδης
μᾶλλον ἢ μένων.
Ὀρέστης
καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.
Πυλάδης
τῷ Δοκεῖν εὔχου μόνον.
Ὀρέστης
καί τις ἄν γέ μʼ οἰκτίσειε
Πυλάδης
μέγα γὰρ ἡ εὐγένειά σου.
Ὀρέστης
θάνατον ἀσχάλλων πατρῷον. 785
Πυλάδης
πάντα ταῦτʼ ἐν ὄμμασιν. 785
Ὀρέστης
ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
Πυλάδης
αἰνῶ τάδε.
Ὀρέστης
ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;
Πυλάδης
μὴ πρὸς θεῶν.
Ὀρέστης
δάκρυα γοῦν γένοιτʼ ἄν.
Πυλάδης
οὐκοῦν οὗτος οἰωνὸς μέγας.
Ὀρέστης
δηλαδὴ σιγᾶν ἄμεινον.
Πυλάδης
τῷ χρόνῳ δὲ κερδανεῖς.
Ὀρέστης
κεῖνό μοι μόνον πρόσαντες. 790
Πυλάδης
τί τόδε καινὸν αὖ λέγεις; 790
Ὀρέστης
μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.
Πυλάδης
ἀλλὰ κηδεύσω σʼ ἐγώ.
Ὀρέστης
δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
Πυλάδης
οὐκ ἔμοιγε σοῦ.
Ὀρέστης
εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
Πυλάδης
τόδʼ οὖν ἴτω.
Ὀρέστης
οὐκ ἄρʼ ὀκνήσεις;
Πυλάδης
ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ὀρέστης
ἕρπε νυν οἴαξ ποδός μοι. 795
Πυλάδης
φίλα γʼ ἔχων κηδεύματα. 795
Ὀρέστης
καί με πρὸς τύμβον πόρευσον πατρός.
Πυλάδης
ὡς τί δὴ τόδε;
Ὀρέστης
ὥς νιν ἱκετεύσω με σῶσαι.
Πυλάδης
τό γε δίκαιον ὧδʼ ἔχει.
Ὀρέστης
μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.
Πυλάδης
πολεμία γὰρ ἦν.
 
ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
 
περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ· 800
 
ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
 
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
 
εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης
τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·
 
ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν 805
 
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
[Choral 1]
ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ
Χορός
μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ
 
παρὰ Σιμουντίοις ὀχετοῖς
 
πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις 810
 
πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
 
ὁπότε χρυσείας ἔρις ἀρνὸς
 
ἤλυθε Τανταλίδαις,
 
οἰκτρότατα θοινάματα καὶ
 
σφάγια γενναίων τεκέων· 815
 
ὅθεν φόνῳ φόνος ἐξαμεί-
 
βων διʼ αἵματος οὐ προλεί-
 
πει δισσοῖσιν Ἀτρείδαις.
 
τὸ καλὸν οὐ καλόν, τοκέων
 
πυριγενεῖ τεμεῖν παλάμᾳ 820
 
χρόα μελάνδετον δὲ φόνῳ
 
ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·
 
τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
 
κακοφρόνων τʼ ἀνδρῶν παράνοια.
 
θανάτου γὰρ ἀμφὶ φόβῳ 825
 
Τυνδαρὶς ἰάχησε τάλαι-
 
να· Τέκνον, οὐ τολμᾷς ὅσια
 
κτείνων σὰν ματέρα· μὴ πατρῴ-
 
αν τιμῶν χάριν ἐξανά-
 
ψῃ δύσκλειαν ἐς αἰεί. 830
[Choral]
τίς νόσος ἢ τίνα δάκρυα καὶ
Χορός
τίς ἔλεος μείζων κατὰ γᾶν
 
ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
 
οἷον ἔργον τελέσας
 
βεβάκχευται μανίαις, 835
 
Εὐμενίσι θήραμα, φόνον
 
δρομάσι δινεύων βλεφάροις,
 
Ἀγαμεμνόνιος παῖς.
 
ὦ μέλεος, ματρὸς ὅτε
 
χρυσεοπηνήτων φαρέων 840
 
μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν
 
σφάγιον ἔθετο ματέρα, πατρῴ-
 
ων παθέων ἀμοιβάν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi