Thesauros Edebiyat Tragedya Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Epeisodion 1

Χορός
ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
 
μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
 
οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ. 210
Ὀρέστης
ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
 
ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
 
ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
 
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
 
πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην; 215
 
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
 
βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
 
στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν. 220
Ἠλέκτρα
ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
 
ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
 
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, 225
 
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
 
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα
ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
 
ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως. 230
Ὀρέστης
αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
 
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα
ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
 
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης
μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει. 235
 
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
Ἠλέκτρα
ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
 
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ὀρέστης
λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
 
εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν. 240
Ἠλέκτρα
Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
 
ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.
Ὀρέστης
πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
 
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ἠλέκτρα
ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου — 245
 
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
Ὀρέστης
εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
 
εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ἠλέκτρα
ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
 
γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα. 250
Ὀρέστης
σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
 
καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
Ἠλέκτρα
οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται,
 
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
Ὀρέστης
ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι 255
 
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
 
αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.
Ἠλέκτρα
μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
 
ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.
Ὀρέστης
ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες 260
 
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
Ἠλέκτρα
οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν
 
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
Ὀρέστης
μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων
 
μέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον. 265
Ἠλέκτρα
οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω,
 
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;
Ὀρέστης
δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
 
οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς,
 
εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν. 270
 
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
 
εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
 
οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων
 
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
 
ἆ ἆ·
 
τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα 275
 
πτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.
 
ἔα·
 
τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων;
 
ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;
 
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
 
σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων; 280
 
αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
 
ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
 
μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
 
σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ
 
μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι, 285
 
ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον,
 
τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ.
 
οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα
 
ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών,
 
πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς 290
 
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
 
εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
 
ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.
 
καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα,
 
ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως 295
 
ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς,
 
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
 
ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς,
 
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
 
ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. 300
 
ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
 
ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
 
σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.
 
εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
 
κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην 305
 
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.
Ἠλέκτρα
οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
 
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
 
γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
 
ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ, 310
 
δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
 
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων
 
ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.
 
κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
 
κάματος βροτοῖσιν ἀπορία τε γίγνεται. 315

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi