Thesauros Edebiyat Tragedya Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Eksodos

[Episode]
ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
Χορός
ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα. 1550
 
οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
 
ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ
 
πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενέλαος
ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
 
δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ. 1555
 
ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
 
ὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται —
 
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
 
ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
 
τεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως. 1560
 
ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
 
ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν
 
ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
 
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴν
 
λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ 1565
 
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
 
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
 
ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
 
ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον. 1570
 
μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
 
σπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος
ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
 
δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,
 
ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ. 1575
Ὀρέστης
πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενέλαος
οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν.
Ὀρέστης
μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν.
Μενέλαος
Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ὀρέστης
εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο. 1580
Μενέλαος
ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;
Ὀρέστης
λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον —
Μενέλαος
τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης
τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος
ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ. 1585
Ὀρέστης
θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος
ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ὀρέστης
ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενέλαος
οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης
οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί. 1590
Μενέλαος
ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ὀρέστης
φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.
Μενέλαος
ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ὀρέστης
οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους.
Μενέλαος
ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε; 1595
Ὀρέστης
ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί.
Μενέλαος
κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Ὀρέστης
ἔσται τάδε.
Μενέλαος
ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.
Ὀρέστης
σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.
Μενέλαος
ἦ γὰρ δίκαιον ζῆν σε; 1600
Ὀρέστης
καὶ κρατεῖν γε γῆς. 1600
Μενέλαος
ποίας;
Ὀρέστης
ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
Μενέλαος
εὖ γοῦν θίγοις ἂν χερνίβων —
Ὀρέστης
τί δὴ γὰρ οὔ;
Μενέλαος
καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
Ὀρέστης
σὺ δʼ ἂν καλῶς;
Μενέλαος
ἁγνὸς γάρ εἰμι χεῖρας.
Ὀρέστης
ἀλλʼ οὐ τὰς φρένας.
Μενέλαος
τίς δʼ ἂν προσείποι σέ; 1605
Ὀρέστης
ὅστις ἐστὶ φιλοπάτωρ. 1605
Μενέλαος
ὅστις δὲ τιμᾷ μητέρα;
Ὀρέστης
εὐδαίμων ἔφυ.
Μενέλαος
οὔκουν σύ γε.
Ὀρέστης
οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
Μενέλαος
ἄπαιρε θυγατρὸς φάσγανον.
Ὀρέστης
ψευδὴς ἔφυς.
Μενέλαος
ἀλλὰ κτενεῖς μου θυγατέρα;
Ὀρέστης
οὐ ψευδὴς ἔτʼ εἶ.
Μενέλαος
οἴμοι, τί δράσω; 1610
Ὀρέστης
πεῖθʼ ἐς Ἀργείους μολὼν — 1610
Μενέλαος
πειθὼ τίνα;
Ὀρέστης
ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
Μενέλαος
ἢ παῖδά μου φονεύσετε;
Ὀρέστης
ὧδʼ ἔχει τάδε.
Μενέλαος
ὦ τλῆμον Ἑλένη —
Ὀρέστης
τἀμὰ δʼ οὐχὶ τλήμονα;
Μενέλαος
σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν —
Ὀρέστης
εἰ γὰρ τόδʼ ἦν.
Μενέλαος
πόνους πονήσας μυρίους. 1615
Ὀρέστης
πλήν γʼ εἰς ἐμέ. 1615
Μενέλαος
πέπονθα δεινά.
Ὀρέστης
τότε γὰρ ἦσθʼ ἀνωφελής.
Μενέλαος
ἔχεις με.
Ὀρέστης
σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
 
ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·
 
σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
 
Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε. 1620
Μενέλαος
ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
 
οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
 
πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
 
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Ἀπόλλων
Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον· 1625
 
Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ·
 
σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ,
 
Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους.
 
Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
 
ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος, 1630
 
ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς,
 
σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
 
ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
 
τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.
 
Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών, 1635
 
Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς
 
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
 
ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
 
ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
 
Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον, 1640
 
θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
 
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
 
τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών,
 
Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους
 
Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον. 1645
 
κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
 
Ἀζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν.
 
ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
 
δίκην ὑπόσχες αἵματος μητροκτόνου
 
Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς 1650
 
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
 
ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.
 
ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
 
γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται
 
Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε. 1655
 
θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
 
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
 
Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας,
 
δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
 
Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν, 1660
 
ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός,
 
φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
 
πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.
 
τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς,
 
ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα. 1665
Ὀρέστης
ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
 
οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος.
 
καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύων
 
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
 
ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις. 1670
 
ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς,
 
καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ.
Μενέλαος
ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε
 
θεῶν κατοικήσασαν ὄλβιον δόμον.
 
Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ, 1675
 
Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς
 
γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.
Ἀπόλλων
χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
 
νείκας τε διαλύεσθε.
Μενέλαος
πείθεσθαι χρεών.
Ὀρέστης
κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς, 1680
 
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi