Thesauros Edebiyat Tragedya Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Prologos

Ἠλέκτρα
ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
 
οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσω
 
κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
 
ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
 
πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ. 45
 
ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις,
 
μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
 
μητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα,
 
ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,
 
εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι. 50
 
ἢ φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν.
 
ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·
 
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
 
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
 
ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον 55
 
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
 
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
 
μεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳ
 
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
 
προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω 60
← Önceki Prologos · 3 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi