Thesauros Edebiyat Tragedya Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Prologos

Ἠλέκτρα
Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
 
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
 
ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
 
ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας —
 
Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος 5
 
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
 
ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
 
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
 
κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον,
 
ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. 10
 
οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ,
 
ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ
 
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
 
θέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ;
 
ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς. 15
 
Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·
 
ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
 
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
 
γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
 
Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος 20
Prologos · 1 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi