Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 4

Ἄγγελος
ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
 
ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων.
 
ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως
 
ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, 1070
 
λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων.
Ἰοκάστη
ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων
 
Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα
 
βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
 
τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος; 1075
 
τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.
Ἄγγελος
ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου.
Ἰοκάστη
τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;
Ἄγγελος
ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.
Ἰοκάστη
ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός; 1080
Ἄγγελος
ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης
 
κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
Ἰοκάστη
ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
 
οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος.
Ἄγγελος
ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων. 1085
Ἰοκάστη
εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ
 
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
 
λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
 
ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.
Ἄγγελος
ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν 1090
 
πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος
 
λαιμῶν διῆκε τῇδε γῇ σωτήριον,
 
λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
 
πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός,
 
σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταις 1095
 
ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι,
 
ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
 
ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων
 
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
 
Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας 1100
 
δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
 
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
 
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
 
καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
 
λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα 1105
 
ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
 
ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
 
ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
 
χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
 
πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι 1110
 
ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων
 
ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα.
 
Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ
 
ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει
 
στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, 1115
 
τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
 
βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
 
ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.
 
Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
 
Τυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδι 1120
 
χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα
 
Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.
 
ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
 
Ἄρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι
 
ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, 1125
 
εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
 
πόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.
 
ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν
 
Καπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις·
 
σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν 1130
 
γίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλιν
 
φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,
 
ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.
 
ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
 
ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ, 1135
 
ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν
 
Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων
 
δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
 
παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα
 
ξύνθημα παρφέροντι ποιμέσιν λόχων. 1140
 
καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
 
ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις
 
πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ,
 
ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·
 
ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, 1145
 
τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις,
 
γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;
 
ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·
 
πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι,
 
ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων 1150
 
πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας·
 
ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
 
ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
 
τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ
 
πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν· 1155
 
ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ
 
Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ
 
ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·
 
ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
 
ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν 1160
 
καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον
 
τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.
 
ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας,
 
ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ.
 
ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς 1165
 
Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
 
πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων
 
λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν
 
κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
 
πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας 1170
 
ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
 
Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;
 
μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
 
ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε,
 
μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς 1175
 
τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.
 
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος
 
ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,
 
κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.
 
ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων 1180
 
βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ
 
χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων
 
ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
 
κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,
 
χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος 1185
 
εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.
 
ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
 
ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
 
οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας
 
ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους 1190
 
ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα
 
συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·
 
ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
 
τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι,
 
νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ. 1195
 
πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
 
ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς
 
ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει·
 
καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
Χορός
καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ 1200
 
γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
Ἰοκάστη
καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·
 
παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
 
Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων
 
τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, 1205
 
παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
 
ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,
 
τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.
Ἄγγελος
ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.
Ἰοκάστη
τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον. 1210
Ἄγγελος
μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
Ἰοκάστη
καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.
Ἄγγελος
μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
Ἰοκάστη
κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
Ἄγγελος
κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά. 1215
Ἰοκάστη
ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.
Ἄγγελος
αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου
 
φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
 
τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
 
αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, 1220
 
λέξαντες Ἀργείοισι Καδμείοισί τε
 
ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.
 
Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς
 
πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ·
 
ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται 1225
 
Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε,
 
Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
 
ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.
 
ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
 
μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην· 1230
 
κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος,
 
ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ·
 
ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα
 
νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
 
Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. 1235
 
τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος
 
ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.
 
πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε
 
Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι.
 
ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις 1240
 
ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
 
ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις
 
δισσοὶ γέροντος Οἰδίπου νεανίαι·
 
φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς
 
Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. 1245
 
ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην
 
μαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ.
 
παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλων
 
λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε·
 
Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας 1250
 
τρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον·
 
Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς,
 
νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.
 
τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.
 
μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς 1255
 
ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν
 
ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει,
 
νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.
 
ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
 
ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα 1260
 
δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας·
 
κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται
 
δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν.
Ἰοκάστη
ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος·
 
οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι 1265
 
νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,
 
ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν
 
ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ
 
ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.
Ἀντιγόνη
τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν 1270
 
φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ἰοκάστη
ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Ἀντιγόνη
πῶς εἶπας;
Ἰοκάστη
αἰχμὴν ἐς μίαν καθέστατον.
Ἀντιγόνη
οἲ ʼγώ, τί λέξεις, μῆτερ;
Ἰοκάστη
οὐ φίλʼ, ἀλλʼ ἕπου.
Ἀντιγόνη
ποῖ, παρθενῶνας ἐκλιποῦσʼ; 1275
Ἰοκάστη
ἀνὰ στρατόν. 1275
Ἀντιγόνη
αἰδούμεθʼ ὄχλον.
Ἰοκάστη
οὐκ ἐν αἰσχύνῃ τὰ σά.
Ἀντιγόνη
δράσω δὲ δὴ τί;
Ἰοκάστη
συγγόνων λύσεις ἔριν.
Ἀντιγόνη
τί δρῶσα, μῆτερ;
Ἰοκάστη
προσπίτνουσʼ ἐμοῦ μέτα.
Ἀντιγόνη
ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον.
Ἰοκάστη
ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω 1280
 
παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·
 
θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi