Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 3

[Choral 1]
ἔβας ἔβας,
Χορός
ὦ πτεροῦσσα, γᾶς λόχευμα
 
νερτέρου τʼ Ἐχίδνας, 1020
 
Καδμείων ἁρπαγά,
 
πολύφθορος πολύστονος
 
μειξοπάρθενος,
 
δάιον τέρας,
 
φοιτάσι πτεροῖς
 
χαλαῖσί τʼ ὠμοσίτοις· 1025
 
Διρκαίων ἅ ποτʼ ἐκ
 
τόπων νέους πεδαίρουσʼ
 
ἄλυρον ἀμφὶ μοῦσαν
 
ὀλομέναν τʼ Ἐρινὺν
 
ἔφερες ἔφερες ἄχεα πατρίδι 1030
 
φόνια· φόνιος ἐκ θεῶν
 
ὃς τάδʼ ἦν ὁ πράξας.
 
ἰάλεμοι δὲ ματέρων,
 
ἰάλεμοι δὲ παρθένων
 
ἐστέναζον οἴκοις· 1035
 
ἰηιήιον βοάν,
 
ἰηιήιον μέλος,
 
ἄλλος ἄλλʼ ἐπωτότυζε
 
διαδοχαῖς ἀνὰ πτόλιν.
 
βροντᾷ δὲ στεναγμὸς
 
ἀχά τʼ ἦν ὅμοιος, 1040
 
ὁπότε πόλεος ἀφανίσειεν
 
ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.
 
χρόνῳ δʼ ἔβα
 
Πυθίαις ἀποστολαῖσιν
 
Οἰδίπους ὁ τλάμων
 
Θηβαίαν τάνδε γᾶν 1045
 
τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη·
 
ματρὶ γὰρ γάμους
 
δυσγάμους τάλας
 
καλλίνικος ὢν
 
αἰνιγμάτων συνάπτει,
 
μιαίνει δὲ πτόλιν· 1050
 
διʼ αἱμάτων δʼ ἀμείβει
 
μυσαρὸν εἰς ἀγῶνα
 
καταβαλὼν ἀραῖσι
 
τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,
 
ὃς ἐπὶ θάνατον οἴχεται 1055
 
γᾶς ὑπὲρ πατρῴας,
 
Κρέοντι μὲν λιπὼν γόους,
 
τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς
 
καλλίνικα θήσων.
 
γενοίμεθʼ ὧδε ματέρες 1060
 
γενοίμεθʼ εὔτεκνοι, φίλα
 
Παλλάς, ἃ δράκοντος αἷμα
 
λιθόβολον κατειργάσω,
 
Καδμείαν μέριμναν
 
ὁρμήσασʼ ἐπʼ ἔργον,
 
ὅθεν ἐπέσυτο τάνδε γαῖαν 1065
 
ἁρπαγαῖσι δαιμόνων τις ἄτα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi