Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 2

Ἐτεοκλῆς
λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· 770
 
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
 
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
 
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
 
πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·
 
ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν 775
 
μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,
 
θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.
 
σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·
 
ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,
 
ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς 780
 
ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.
 
τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,
 
προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.
← Önceki Epeisodion 2 · 5 / 5 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi