Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ
Ἰοκάστη
ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,
 
ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
 
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
 
λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον· 465
 
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
 
ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις
 
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πολυνείκης
ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
 
κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων· 470
 
ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος
 
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
 
ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
 
τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς
 
ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε, 475
 
ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,
 
δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
 
ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
 
καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν
 
κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. 480
← Önceki Stasimon 1 · 9 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi