Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.
Ἰοκάστη
φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;
Πολυνείκης
εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.
Ἰοκάστη
οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;
Πολυνείκης
κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. 405
Ἰοκάστη
ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πολυνείκης
οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.
Ἰοκάστη
πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;
Πολυνείκης
ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.
Ἰοκάστη
ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν. 410
Πολυνείκης
κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.
Ἰοκάστη
καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πολυνείκης
οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.
Ἰοκάστη
σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;
Πολυνείκης
νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας. 415
Ἰοκάστη
κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;
Πολυνείκης
ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.
Ἰοκάστη
τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.
Πολυνείκης
Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ἰοκάστη
τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν; 420
← Önceki Stasimon 1 · 6 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi