Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
Ἰοκάστη
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
 
ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
 
δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.
Πολυνείκης
ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς· 385
 
ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.
Ἰοκάστη
καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
 
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πολυνείκης
μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ.
Ἰοκάστη
τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; 390
Πολυνείκης
ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
Ἰοκάστη
δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πολυνείκης
τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ἰοκάστη
καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνείκης
ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. 395
Ἰοκάστη
αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πολυνείκης
καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.
Ἰοκάστη
οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;
Πολυνείκης
ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.
Ἰοκάστη
πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; 400
← Önceki Stasimon 1 · 5 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi