Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Choral 1]
νάματʼ ἔνυδρα καὶ ῥέεθρα
Χορός
χλοερὰ δεργμάτων κόραισι 660
 
πολυπλάνοις ἐπισκοπῶν·
 
ὃν ἐπὶ χέρνιβας μολὼν
 
Κάδμος ὄλεσε μαρμάρῳ·
 
κρᾶτα φόνιον ὀλεσίθηρος
 
ὠλένας δικὼν βολαῖς, 665
 
δίας ἀμάτορος δʼ
 
ἐς βαθυσπόρους γύας
 
γαπετεῖς δικὼν ὀδόν-
 
τας Παλλάδος φραδαῖσιν·
 
ἔνθεν ἐξανῆκε γᾶ 670
 
πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
 
ὅρων χθονός· σιδαρόφρων
 
δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.
 
αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι
 
δεῖξεν αἰθέρος πνοαῖς. 675
[Choral]
καὶ σέ, τὸν προμάτορος
Χορός
Ἰοῦς ποτʼ ἔκγονον
 
Ἔπαφον, ὦ Διὸς γένεθλον,
← Önceki Stasimon 1 · 20 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi