Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 1

Πολυνείκης
τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο
 
διʼ εὐπετείας τειχέων ἔσω μολεῖν.
 
ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
 
λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.
 
ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον 265
 
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.
 
ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
 
τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.
 
ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
 
ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, 270
 
ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
 
πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα,
 
ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.
 
ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι
 
πέλας πάρεισι, κοὐκ ἔρημα δώματα. 275
 
φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
 
καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
 
ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας
 
Ἑλληνικοῖσι δώμασιν πελάζετε;
Χορός
Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, 280
← Önceki bölüm Epeisodion 1 · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi