Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Parodos

[Choral 1]
πεμφθεῖσʼ ἐνθάδε πύργους.
Χορός
ἴσα δʼ ἀγάλμασι χρυσοτεύ- 220
 
κτοις Φοίβῳ λάτρις ἐγενόμαν·
 
ἔτι δὲ Κασταλίας ὕδωρ
 
περιμένει με κόμας ἐμᾶς
 
δεῦσαι παρθένιον χλιδὰν
 
Φοιβείαισι λατρείαις. 225
[Choral]
ἰὼ λάμπουσα πέτρα πυρὸς
Χορός
δικόρυφον σέλας ὑπὲρ ἄκρων
 
βακχειῶν Διονύσου,
 
οἴνα θʼ ἃ καθαμέριον
 
στάζεις τὸν πολύκαρπον 230
 
οἰνάνθας ἱεῖσα βότρυν,
 
ζάθεά τʼ ἄντρα δράκοντος οὔ-
 
ρειαί τε σκοπιαὶ θεῶν
 
νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-
 
λίσσων ἀθανάτας θεοῦ 235
 
χορὸς γενοίμαν ἄφοβος
 
παρὰ μεσόμφαλα γύαλα Φοί-
 
βου Δίρκαν προλιποῦσα.
← Önceki Parodos · 7 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi