Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, 1410
Ἄγγελος
πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
 
προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ
 
καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.
 
ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
 
σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. 1415
 
ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,
 
ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν
 
τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
 
ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ,
 
σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, 1420
 
μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος.
 
Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.
 
γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας
 
πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.
Χορός
φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω· 1425
 
τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
Ἄγγελος
ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
 
ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον,
 
ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει
← Önceki Stasimon 5 · 4 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi