Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση, 1370
Ἄγγελος
κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.
 
Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
 
βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη,
 
δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
 
ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν 1375
 
κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
 
ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς
 
σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,
 
ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι·
 
κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν 1380
 
ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας·
 
ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,
 
ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
 
εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
 
λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. 1385
 
ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν
 
ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
 
πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς
 
ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
← Önceki Stasimon 5 · 2 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi