Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ
Οἰδίπους
πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
Ἀντιγόνη
οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν, 1555
 
ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ
 
ξίφεσιν βρίθων
 
καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
 
ὦ πάτερ, ὤ μοι.
Οἰδίπους
αἰαῖ. 1560
Ἀντιγόνη
τί τάδε καταστένεις, 1560
Οἰδίπους
τέκνα.
Ἀντιγόνη
διʼ ὀδύνας ἔβας·
 
εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων
 
ἀελίου τάδε σώματα νεκρῶν
 
ὄμματος αὐγαῖς σαῖς ἐπενώμας —
Οἰδίπους
τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· 1565
 
ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;
Ἀντιγόνη
δάκρυα γοερὰ
 
φανερὰ πᾶσι τιθεμένα,
 
τέκεσι μαστὸν ἔφερεν ἔφερεν
 
ἱκέτις ἱκέτιν ὀρομένα.
← Önceki Stasimon 5 · 11 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi