Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ
Ἀντιγόνη
δώμασιν ἀέριον σκότον ὄμμασι
 
σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν. 1535
 
κλύεις, ὦ κατʼ αὐλὰν
 
ἀλαίνων γεραιὸν
 
πόδʼ ἢ δεμνίοις δύ-
 
στανος ἰαύων;
Οἰδίπους
τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
 
ποδὸς ἐξάγαγες ἐς φῶς 1540
 
λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
 
τροτάτοισιν δακρύοισιν,
 
πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ
 
νέκυν ἔνερθεν ἢ
 
πτανὸν ὄνειρον; 1545
Ἀντιγόνη
δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,
 
πάτερ, οὐκέτι σοι τέκνα λεύσσει
 
φάος οὐδʼ ἄλοχος, παραβάκτροις
 
ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
 
ὦ πάτερ, ὤμοι. 1550
Οἰδίπους
ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν.
← Önceki Stasimon 5 · 10 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi