Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Prologos

Ἰοκάστη
ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
 
καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
 
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
 
ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ
 
ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν 5
 
τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·
 
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
 
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
 
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
 
ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως, 10
 
— Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —
 
καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ
 
ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις
 
ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,
 
ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα 15
 
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
 
ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ,
 
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·
 
εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,
 
καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος. 20
 
ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
 
ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος
 
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
 
λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
 
δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, 25
 
σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον·
 
ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
 
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
 
φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
 
ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον 30
 
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
 
ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
 
παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα
 
ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
 
πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις, 35
 
τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
 
εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα
 
ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
 
καί νιν κελεύει Λαΐου τροχηλάτης·
 
ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. 40
 
ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν
 
χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
 
ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —
 
παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
 
Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει 45
 
Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,
 
Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,
 
ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
 
τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
 
μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· 50
 
ὅθεν τύραννος τῆσδε γῆς καθίσταται
 
καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.
 
γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
 
οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
 
τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, 55
 
Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,
 
κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ
 
ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
 
μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων
 
ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα 60
 
ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,
 
χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
 
ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
 
κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη
 
γένοιτο πολλῶν δεομένη σοφισμάτων· 65
 
ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν
 
ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
 
θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.
 
τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
 
εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, 70
 
ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος
 
φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
 
Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,
 
ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς
 
καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, 75
 
φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
 
ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
 
πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·
 
ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,
 
πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. 80
 
ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν
 
ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
 
ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
 
ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
 
Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. 85
 
χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν
 
τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.
Παιδαγωγός
ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
 
ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
 
μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον 90
 
στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
 
ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
 
μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,
 
κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,
 
σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω 95
 
ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,
 
σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων
 
ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα.
 
ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,
 
κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί· 100
 
σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς
 
Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.
1 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi