Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Eksodos

[Episode]
τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Διόσκοροι
ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
 
Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε
 
Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
 
ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους· 1645
 
οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
 
οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη
 
ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
 
τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.
 
ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον 1650
 
κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·
 
ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
 
καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·
 
ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
 
ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει. 1655
 
ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
 
νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.
 
πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
 
ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
 
ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα 1660
← Önceki Eksodos · 8 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi