Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Eksodos

Ἄγγελος
σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου
 
Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
 
τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,
 
σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο
 
ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς 1595
 
βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
 
οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
 
ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην
 
καθαιματώσει κρᾶτα πολεμίων ξένων;
 
ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν 1600
 
κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·
 
φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν
 
πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;
 
δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο
 
ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους 1605
 
νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,
 
ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
 
ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
 
ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
 
σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς 1610
← Önceki Eksodos · 5 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi