Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Eksodos

Ἄγγελος
ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·
 
ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.
Θεοκλύμενος
τί δʼ ἔστιν;
Ἄγγελος
ἄλλης ἐκπόνει μνηστεύματα
 
γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός. 1515
Θεοκλύμενος
πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;
Ἄγγελος
Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
 
ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θεοκλύμενος
ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία
 
ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις. 1520
Ἄγγελος
ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων
 
ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
Θεοκλύμενος
πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
 
ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
 
τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα. 1525
Ἄγγελος
ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
 
ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
 
σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε
 
πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
 
ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων, 1530
← Önceki bölüm Eksodos · 1 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi