Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Stasimon 3

[Choral 1]
Φοίνισσα Σιδωνιὰς ὦ
Χορός
ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
 
εἰρεσίας φίλα,
 
χοραγὲ τῶν καλλιχόρων
 
δελφίνων, ὅταν αὔραις 1455
 
πέλαγος ἀνήνεμον ᾖ,
 
γλαυκὰ δὲ Πόντου θυγάτηρ
 
Γαλάνεια τάδʼ εἴπῃ·
 
κατὰ μὲν ἱστία πετάσατʼ αὔ-
 
ραις λιπόντες εἰναλίαις, 1460
 
λάβετε δʼ εἰλατίνας πλάτας,
 
ὦ ναῦται, ναῦται,
 
πέμποντες εὐλιμένους
 
Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
 
ἦ που κόρας ἂν ποταμοῦ 1465
 
παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
 
Παλλάδος ἂν λάβοις
 
χρόνῳ ξυνελθοῦσα χοροῖς
 
ἢ κώμοις Ὑακίνθου
 
νύχιον ἐς εὐφροσύναν, 1470
 
ὃν ἐξαμιλλησάμενος
 
τροχῷ τέρμονα δίσκου
 
ἔκανε Φοῖβος, τᾷ Λακαί-
 
νᾳ γᾷ βούθυτον ἁμέραν·
 
ὁ Διὸς δʼ εἶπε σέβειν γόνος· 1475
 
μόσχον θʼ, ἃν οἴκοις
 
ἔλειπες, Ἑρμιόναν,
 
ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
[Choral 2]
διʼ ἀέρος εἴθε ποτανοὶ
Χορός
γενοίμεσθʼ ᾇ Λιβύας
 
οἰωνοὶ στοχάδες 1480
 
ὄμβρον λιποῦσαι χειμέριον
 
νίσονται πρεσβυτάτᾳ
 
σύριγγι πειθόμεναι
 
ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς 1485
 
ἐπιπετόμενος ἰαχεῖ.
 
ὦ πταναὶ δολιχαύχενες,
 
σύννομοι νεφέων δρόμου,
 
βᾶτε Πλειάδας ὑπὸ μέσας
 
ὠρίωνά τʼ ἐννύχιον· 1490
 
καρύξατʼ ἀγγελίαν,
 
Εὐρώταν ἐφεζόμεναι,
 
Μενέλεως ὅτι Δαρδάνου
 
πόλιν ἑλὼν δόμον ἥξει.
 
μόλοιτέ ποθʼ ἵππιον οἶμον 1495
 
διʼ αἰθέρος ἱέμενοι
 
παῖδες Τυνδαρίδαι,
 
λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·
 
οἳ ναίετʼ οὐράνιοι,
 
σωτῆρες τᾶς Ἑλένας, 1500
 
γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων
 
ῥόθια πολιὰ θαλάσσας,
 
ναύταις εὐαεῖς ἀνέμων
 
πέμποντες Διόθεν πνοάς· 1505
 
δύσκλειαν δʼ ἀπὸ συγγόνου
 
βάλετε βαρβάρων λεχέων,
 
ἃν Ἰδαίων ἐρίδων
 
ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
 
οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου 1510
 
Φοιβείους ἐπὶ πύργους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi