Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Stasimon 1

[Episode]
φίλαι, λόγους ἐδεξάμαν· 330
Ἑλένη
βᾶτε βᾶτε δʼ ἐς δόμους,
 
ἀγῶνας ἐντὸς οἴκων
 
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
ἰὼ μέλεος ἁμέρα. 335
 
τίνʼ ἄρα τάλαινα τίνα δακρυό-
 
εντα λόγον ἀκούσομαι;
Χορός
μὴ πρόμαντις ἀλγέων
 
προλάμβανʼ, ὦ φίλα, γόους.
Ἑλένη
τί μοι πόσις μέλεος ἔτλα; 340
 
πότερα δέρκεται φάος
 
τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,
 
ἢ ʼν νέκυσι κατὰ χθονὸς
 
τὰν χρόνιον ἔχει τύχαν; 345
Χορός
ἐς τὸ φέρτερον τίθει
 
τὸ μέλλον, ὅ τι γενήσεται.
Ἑλένη
σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
 
τὸν ὑδρόεντι δόνακι χλωρὸν
 
Εὐρώταν, θανόντος 350
 
εἰ βάξις ἔτυμος ἀνδρὸς
 
ἅδε μοι — τί τάδʼ ἀσύνετα; —
 
φόνιον αἰώρημα
 
διὰ δέρης ὀρέξομαι,
 
ἢ ξιφοκτόνον δίωγμα
 
λαιμορρύτου σφαγᾶς 355
 
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
 
θῦμα τριζύγοις θεαῖσι
 
τῷ τε σήραγγας Ἰδαί-
 
ας ἐνίζοντι Πριαμί-
 
δᾳ ποτʼ ἀμφὶ βουστάθμους.
Χορός
ἄλλοσʼ ἀποτροπὰ κακῶν 360
 
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη
ἰὼ Τροία τάλαινα,
 
διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι
 
μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα
 
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
 
πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι, 365
 
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα
 
ματέρες τε παῖδας ὄλεσαν,
 
ἀπὸ δὲ παρθένοι κόμας
 
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
 
ἀμφὶ Φρύγιον οἶδμα.
 
βοὰν βοὰν δʼ Ἑλλὰς 370
 
κελάδησε κἀνοτότυξεν,
 
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
 
ὄνυχι δʼ ἁπαλόχροα γένυν
 
δεῦσε φονίαισι πλαγαῖς.
 
ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς 375
 
ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
 
ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
 
ἁ μορφᾷ θηρῶν λαχνογυίων —
 
ὄμματι λάβρῷ σχῆμα λεαίνης —
 
ἐξαλλάξασʼ ἄχθεα λύπης· 380
 
ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο
 
χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν
 
καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας
 
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
 
ὀλομένους τʼ Ἀχαιούς. 385
Μενελέως
ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
 
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
 
εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς
 
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
 
πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε, 390
 
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
 
Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
 
πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω —
 
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
 
τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, 395
 
ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.
 
καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,
 
τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
 
νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.
 
ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς 400
 
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
 
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
 
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
 
Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς
 
πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας, 405
 
πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον
 
ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.
 
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
 
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
 
πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. 410
 
τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
 
ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
 
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
 
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
 
οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην 415
 
ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
 
κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ
 
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
 
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
 
χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα 420
 
οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι
 
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
 
πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα
 
χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
 
κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ 425
 
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
 
φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
 
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
 
τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
 
ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε 430
 
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
 
προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
 
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —
 
οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
 
ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι, 435
 
ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
Γραῦς
τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
 
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
 
ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ
 
Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. 440
Μενελέως
ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν
 
ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.
Γραῦς
ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
 
μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.
Μενελέως
ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ. 445
Γραῦς
πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.
Μενελέως
ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς
Γραῦς
πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι. 450
Μενελέως
οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς
ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.
Μενελέως
αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;
Γραῦς
οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.
Μενελέως
ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα. 455
Γραῦς
τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;
Μενελέως
πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ. 460
Μενελέως
Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.
Γραῦς
τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς
πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ; 465
Γραῦς
τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.
Μενελέως
ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;
Γραῦς
οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός. 470
Μενελέως
πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς
ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.
Μενελέως
πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;
Γραῦς
Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.
Μενελέως
πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος; 475
Γραῦς
πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.
 
ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
 
τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
 
καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης
 
λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. 480
 
εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
 
λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
 
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
 
εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων 485
 
ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,
 
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
 
δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
 
Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.
 
ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ 490
 
Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.
 
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
 
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
 
ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
 
Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος 495
 
Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
 
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
 
ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
 
γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
 
οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα· 500
 
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
 
ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
 
κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,
 
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
 
δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι 505
 
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
 
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
 
ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
 
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
 
κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, 510
 
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
 
βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
 
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,
 
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορός
ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας, 515
 
ἃ χρῄζουσʼ ἐφάνη τυράννοις
 
δόμοις, ὡς Μενέλαος οὔ-
 
πω μελαμφαὲς οἴχεται
 
διʼ ἔρεβος χθονὶ κρυφθείς,
 
ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον 520
 
τρυχόμενος οὔπω λιμένων
 
ψαύσειεν πατρίας γᾶς,
 
ἀλατείᾳ βιότου
 
ταλαίφρων, ἄφιλος φίλων,
 
παντοδαπᾶς ἐπὶ γᾶς πόδα 525
 
χριμπτόμενος εἰναλίῳ
 
κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ἑλένη
ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν
 
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
 
ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει 530
 
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
 
πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα
 
ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,
 
ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.
 
ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται. 535
 
ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,
 
ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
 
ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,
 
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
 
ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις. 540
 
ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
 
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
 
οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ
 
τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
 
μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν. 545
Μενελέως
σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
 
τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,
 
μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
 
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ 550
 
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει
 
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
Μενελέως
στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα. 555
Ἑλένη
ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.
Μενελέως
τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Μενελέως
οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
Ἑλένη
ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. 560
 
Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
 
Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
Ἑλένη
ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.
Μενελέως
ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον. 565
Ἑλένη
ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελέως
ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη
ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελέως
ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
Ἑλένη
οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς. 570
Μενελέως
οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη
ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελέως
ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη
οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
Μενελέως
οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ; 575
Ἑλένη
οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
Μενελέως
τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.
Ἑλένη
σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
Μενελέως
ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
Ἑλένη
τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα; 580
Μενελέως
ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
Ἑλένη
οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.
Μενελέως
καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;
Ἑλένη
αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
Μενελέως
τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις. 585
Ἑλένη
Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;
Ἑλένη
τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
Μενελέως
μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη; 590
Μενελέως
καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.
Ἑλένη
ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
Μενελέως
τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.
Ἑλένη
οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
 
οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι 595
 
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
 
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
 
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο; 600
Ἄγγελος
θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.
Μενελέως
λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
Ἄγγελος
βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς 605
 
ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
 
λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,
 
τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες
 
πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
 
ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, 610
 
δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
 
ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,
 
τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν
 
ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς
 
ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία. 615
 
ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;
 
ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
 
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
 
δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
 
ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ 620
 
πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
 
οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
 
ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη
ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος 625
 
παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
 
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
 
περί τʼ ἐπέτασα χέρα
 
φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελέως
κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων 630
 
οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Ἑλένη
γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας
 
ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
 
περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
 
ὦ πόσις, ὡς λάβω. 635
Μενελέως
ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·
 
ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,
 
ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
 
ξυνομαίμονες ὤλβισαν ὤλβισαν 640
 
τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ
 
πρὸς ἄλλαν ἐλαύνει
 
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
 
τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν
 
χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας. 645
Χορός
ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι·
 
δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ.
Ἑλένη
φίλαι φίλαι, τὰ πάρος οὐκέτι
 
στένομεν οὐδʼ ἀλγῶ.
 
πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον 650
 
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενελέως
ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους
 
μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
 
ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει
 
χάριτος ἢ λύπας. 655
Ἑλένη
τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;
 
ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενελέως
κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
 
μολεῖν Ἰλίου τε μελέους πύργους.
 
πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης; 660
Ἑλένη
ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,
 
ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν.
Μενελέως
λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
Ἑλένη
ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
Μενελέως
ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν. 665
Ἑλένη
οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
 
πετομένας κώπας,
 
πετομένου δʼ ἔρωτος ἀδίκων γάμων
Μενελέως
τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ἑλένη
ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ 670
 
ἐπέλασεν Νείλῳ.
Μενελέως
θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη
κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
 
δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.
Μενελέως
Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν; 675
Ἑλένη
ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
 
ἵνα θεαὶ μορφὰν
 
ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;
Ἑλένη
Πάριν ὡς ἀφέλοιτο — 680
Μενελέως
πῶς; αὔδα. 680
Ἑλένη
Κύπρις ᾧ μʼ ἐπένευσεν —
Μενελέως
ὦ τλᾶμον.
Ἑλένη
τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.
Μενελέως
εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη
τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
 
τερ, οἲ ʼγώ. 685
Μενελέως
τί φῄς; 685
Ἑλένη
οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
 
διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελέως
ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;
Ἑλένη
ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
 
γάμον ἄγαμον ἐμόν. 690
Μενελέως
ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,
 
τάδε καὶ σὲ διώλεσε μυριάδας τε
 
χαλκεόπλων Δαναῶν.
Ἑλένη
ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
 
ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν, 695
 
ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ
 
ἐπʼ αἰσχροῖς γάμοις.
Χορός
εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
 
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Ἄγγελος
Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, 700
 
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.
Μενελέως
ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Ἄγγελος
οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελέως
οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,
 
νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν. 705
Ἄγγελος
τί φῄς;
 
νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;
Μενελέως
Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Ἄγγελος
ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελέως
αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε. 710
Ἄγγελος
ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
 
καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
 
ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ,
 
ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
 
βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. 715
 
σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
 
σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
 
σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει
 
αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.
 
οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω 720
 
ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.
 
νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
 
καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις
 
ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις
 
ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον. 725
 
κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
 
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
 
ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,
 
ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
 
δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον, 730
 
τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν
 
ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς
 
ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
Μενελέως
ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
 
μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί, 735
 
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
 
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
 
τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
 
μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
 
ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν, 740
 
κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
 
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
 
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων
 
ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα. 745
 
οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
 
οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι
 
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
 
Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ
 
νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους 750
 
οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
 
εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;
 
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
 
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·
 
βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, 755
 
κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·
 
γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.
Χορός
ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
 
χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
 
φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις. 760
Ἑλένη
εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.
 
ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
 
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
 
τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ. 765
 
τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
 
τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα
 
Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,
 
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν
 
μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι, 770
 
πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.
 
ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
 
πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα 775
 
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον
 
σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενελέως
πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός. 780
 
θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
Μενελέως
τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
Ἑλένη
ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ. 785
Μενελέως
ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη
ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
Ἑλένη
ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. 790
Ἑλένη
οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.
Μενελέως
τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
Ἑλένη
πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
Μενελέως
οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
Ἑλένη
ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. 795
Μενελέως
τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη
ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
Μενελέως
ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ἑλένη
ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελέως
βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις; 800
Ἑλένη
ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
Μενελέως
οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
Ἑλένη
ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
Μενελέως
οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ἑλένη
μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός. 805
Μενελέως
λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ἑλένη
κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.
Μενελέως
ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.
Ἑλένη
οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
Μενελέως
οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας; 810
Ἑλένη
εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.
Μενελέως
σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;
Ἑλένη
ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
Μενελέως
δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
Ἑλένη
μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. 815
Μενελέως
ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
Ἑλένη
εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.
Μενελέως
ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.
Ἑλένη
ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
Μενελέως
φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη; 820
Ἑλένη
οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.
Μενελέως
χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.
Ἑλένη
πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.
Μενελέως
θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
Ἑλένη
ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν — 825
Μενελέως
τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
Ἑλένη
παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
Μενελέως
πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ἑλένη
κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.
Μενελέως
σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. 830
Ἑλένη
ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
Μενελέως
φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ἑλένη
θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.
Μενελέως
προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
Ἑλένη
ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα 835
Μενελέως
τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;
Ἑλένη
ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
Μενελέως
ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη
ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
Μενελέως
κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον. 840
Ἑλένη
πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;
Μενελέως
τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
 
πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα
 
λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας·
 
τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος 845
 
οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,
 
ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,
 
Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,
 
τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
 
οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ; 850
 
μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
 
εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο
 
κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
 
κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός
ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος 855
 
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη
οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.
 
Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων
 
ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος
 
κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον; 860
 
ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον
 
δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.
 
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
 
ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.
Θεονόη
ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας 865
 
θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
 
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
 
σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
 
στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
 
κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός. 870
 
νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
 
ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.
 
Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;
 
ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,
 
νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος. 875
 
ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
 
οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
 
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
 
ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.
 
Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν, 880
 
νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
 
ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
 
δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
 
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
 
ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ 885
 
τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.
 
τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,
 
λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,
 
εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
 
κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε 890
 
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς
 
τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
 
παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
Ἑλένη
ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
 
καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα 895
 
ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
 
λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
 
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
 
τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
 
σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ 900
 
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
 
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
 
μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
 
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
 
ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν. 905
 
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
 
καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους
 
τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
 
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
 
Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει 910
 
τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
 
πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
 
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
 
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
 
πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας 915
 
βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
 
δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
 
νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.
 
εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη
 
τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, 920
 
τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
 
αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,
 
τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
 
τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,
 
ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης· 925
 
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
 
ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν
 
πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
 
ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
 
κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν 930
 
ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,
 
πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,
 
ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,
 
τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν
 
ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι. 935
 
κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,
 
πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·
 
νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
 
μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·
 
δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους 940
 
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
 
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
 
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
Χορός
οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
 
οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ 945
 
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
Μενελέως
ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ
 
οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
 
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
 
καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς 950
 
ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
 
ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
 
αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
 
ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
 
ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν, 955
 
ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,
 
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
 
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
 
ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
 
καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται, 960
 
λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·
 
ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
 
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
 
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
 
οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών· 965
 
ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
 
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
 
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
 
ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
 
ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα 970
 
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·
 
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
 
ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
 
κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
 
εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, 975
 
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
 
ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,
 
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
 
κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
 
ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί, 980
 
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
 
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
 
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
 
τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
 
τάφου καταστάζωσι· κεισόμεσθα δὲ 985
 
νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,
 
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
 
οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
 
οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,
 
εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς. 990
 
τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
 
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
 
κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
 
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
 
ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω. 995
Χορός
ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
 
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
Θεονόη
ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,
 
φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
 
οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν 1000
 
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
 
ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
 
ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα
 
ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
 
Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν, 1005
 
ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ
 
ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·
 
πειράσομαι δὲ παρθένος μένειν ἀεί.
 
ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,
 
ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, 1010
 
εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
 
ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.
 
καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις
 
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
 
τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει 1015
 
ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
 
ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
 
ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ
 
ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
 
εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως, 1020
 
ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
 
αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,
 
ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
 
ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε
 
τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, 1025
 
Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν
 
ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
 
σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,
 
οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.
Χορός
οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς, 1030
 
ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.
Ἑλένη
Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·
 
τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
 
κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενελέως
ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας 1035
 
καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη
τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
 
ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελέως
πείσειας ἄν τινʼ οἵτινες τετραζύγων
 
ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους; 1040
Ἑλένη
πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα
 
πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;
Μενελέως
ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις
 
κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;
Ἑλένη
οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν 1045
 
μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.
Μενελέως
ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
 
φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
Ἑλένη
ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
 
βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν; 1050
Μενελέως
κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν
 
ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
Ἑλένη
καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα
 
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενελέως
σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος; 1055
 
παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.
Ἑλένη
ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ
 
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενελέως
καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
 
σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας; 1060
Ἑλένη
δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι
 
κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
Μενελέως
ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς
 
θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.
Ἑλένη
ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα 1065
 
χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
Μενελέως
τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
 
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
Ἑλένη
σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
 
πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας. 1070
Μενελέως
καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,
 
ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
Ἑλένη
σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
 
λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
Μενελέως
ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου. 1075
 
ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
Ἑλένη
σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
 
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
Μενελέως
καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
 
ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων. 1080
Ἑλένη
ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
 
τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
Μενελέως
πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
 
ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
Ἑλένη
αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, 1085
 
τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
 
ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
 
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
 
παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
 
μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· 1090
 
ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
 
ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
 
ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
 
Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
 
αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν 1095
 
ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
 
σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
 
κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.
 
ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος
 
τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις. 1100
 
θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,
 
ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,
 
ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα
 
ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;
 
εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν 1105
 
πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
[Choral 1]
σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
Χορός
μουσεῖα καὶ θάκους ἐνί-
 
ζουσαν ἀναβοάσω,
 
σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν 1110
 
ἀηδόνα δακρυόεσσαν,
 
ἔλθʼ ὦ διὰ ξουθᾶν
 
γενύων ἐλελιζομένα
 
θρήνων ἐμοὶ ξυνεργός,
 
Ἑλένας μελέας πόνους
 
τὸν Ἰλιάδων τʼ ἀει- 1115
 
δούσᾳ δακρυόεντα πότμον 1115
 
Ἀχαιῶν ὑπὸ λόγχαις·
 
ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ
 
ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων
 
Λακεδαίμονος ἄπο λέχεα
 
σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος 1120
 
πομπαῖσιν Ἀφροδίτας.
 
πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις
 
ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
 
δαν μέλεον ἔχουσιν,
 
ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν· 1125
 
ἄνυμφα δὲ μέλαθρα κεῖται·
 
πολλοὺς δὲ πυρσεύσας
 
φλογερὸν σέλας ἀμφιρύταν
 
Εὔβοιαν εἷλʼ Ἀχαιῶν
 
μονόκωπος ἀνήρ, πέτραις
 
Καφηρίσιν ἐμβαλὼν
 
Αἰγαίαις τʼ ἐνάλοις δόλιον 1130
 
ἀκταῖς ἀστέρα λάμψας.
 
ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ,
 
ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
 
γέρας, οὐ γέρας ἀλλʼ ἔριν,
 
Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων, 1135
 
εἴδωλον ἱερὸν Ἥρας.
[Choral 2]
ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,
Χορός
τίς φησʼ ἐρευνήσας βροτῶν
 
μακρότατον πέρας εὑρεῖν
 
ὃς τὰ θεῶν ἐσορᾷ 1140
 
δεῦρο καὶ αὖθις ἐκεῖσε
 
καὶ πάλιν ἀντιλόγοις
 
πηδῶντʼ ἀνελπίστοις τύχαις;
 
σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·
 
πτανὸς γὰρ ἐν κόλποις σε Λή- 1145
 
δας ἐτέκνωσε πατήρ.
 
κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν
 
προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω
 
τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς·
 
τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον. 1150
 
ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
 
λόγχαισί τʼ ἀλκαίου δορὸς
 
κτᾶσθε, πόνους ἀμαθῶς θνα-
 
τῶν καταπαυόμενοι·
 
εἰ γὰρ ἅμιλλα κρινεῖ νιν 1155
 
αἵματος, οὔποτʼ ἔρις
 
λείψει κατʼ ἀνθρώπων πόλεις·
 
ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
 
ἐξὸν διορθῶσαι λόγοις
 
σὰν ἔριν, ὦ Ἑλένα. 1160
 
νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
 
τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
 
ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
 
ἀθλίοις συμφοραῖς αἰλίνοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi