Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 1

Χορός
ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
 
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην; 255
 
ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
 
γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος
 
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
 
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
 
τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου, 260
 
τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
 
εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
 
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
 
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
 
Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς 265
 
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
 
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
 
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
 
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
 
πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής· 270
 
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
 
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
← Önceki bölüm Epeisodion 1 · 1 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi