Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Parodos

[Choral]
τὰν ἐμὰν ἐφʼ ἑστίαν, 235
Ἑλένη
ἐπὶ τὸ δυστυχέστατον
 
κάλλος, ὡς ἕλοι, γάμων
 
ἀμῶν· ἅ τε δόλιος
 
ἁ πολυκτόνος Κύπρις
 
Δαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις,
 
ὦ τάλαινα συμφορᾶς. 240
 
ἁ δὲ χρυσέοις θρόνοις
 
Διὸς ὑπαγκάλισμα σεμνὸν
 
Ἥρα τὸν ὠκύπουν
 
ἔπεμψε Μαιάδος γόνον·
 
ὅς με χλοερὰ δρεπομέναν
 
ἔσω πέπλων ῥόδεα πέταλα, 245
 
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ, 245
 
ἀναρπάσας διʼ αἰθέρος
 
τάνδε γαῖαν εἰς ἄνολβον
 
ἔριν ἔριν τάλαιναν ἔθετο
 
Πριαμίδαισιν Ἑλλάδος.
 
τὸ δʼ ἐμὸν ὄνομα
 
παρὰ Σιμουντίοις ῥοαῖσι 250
← Önceki Parodos · 5 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi