Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Prologos

Τεῦκρος
ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι. 120
Ἑλένη
οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τεῦκρος
αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
Ἑλένη
ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος
οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
Ἑλένη
αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις. 125
Τεῦκρος
ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ἑλένη
οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος
ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
Ἑλένη
ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος
μέσον περῶσι πέλαγος Αἰγαίου πόρου. 130
Ἑλένη
κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;
Τεῦκρος
οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.
Ἑλένη
ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;
Τεῦκρος
Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ἑλένη
οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος; 135
Τεῦκρος
φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη
οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος
τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.
Ἑλένη
πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
← Önceki Prologos · 7 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi