Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Prologos

Ἑλένη
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
 
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
 
θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
 
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
 
ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, 65
 
ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
 
μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
Τεῦκρος
τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
 
πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
 
βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι. 70
 
ἔα·
 
ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
 
γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
 
πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
 
Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ 75
 
γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
 
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ἑλένη
τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης
 
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τεῦκρος
ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν· 80
← Önceki Prologos · 4 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi