Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις Euripides

Stasimon 3

[Choral 1]
μαντείας βροτοῖς θεσφάτων νέμων 1255
Χορός
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον
 
γᾶς ἔχων μέλαθρον.
 
Θέμιν δʼ ἐπεὶ γᾶς ἰὼν
 
παῖδʼ ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέων 1260
 
χρηστηρίων, νύχια
 
Χθὼν ἐτεκνώσατο φάσματʼ ὀνείρων,
 
οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τʼ
 
ἔπειθʼ, ὅσσα τʼ ἔμελλε τυχεῖν, 1265
 
ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-
 
νὰς ἔφραζον· Γαῖα δὲ τὰν
 
μαντεῖον ἀφείλετο τι-
 
μὰν Φοῖβον, φθόνῳ θυγατρός.
 
ταχύπους δʼ ἐς Ὄλυμπον ὁρ- 1270
 
μαθεὶς ἄναξ
 
χέρα παιδνὸν ἕλιξεν ἐκ
 
Διὸς θρόνων
 
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-
 
νιν θεᾶς. νυχίους τʼ ἐνοπὰς.
 
γέλασε δʼ, ὅτι τέκος ἄφαρ ἔβα
← Önceki Stasimon 3 · 2 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi