Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις Euripides

Stasimon 2

[Episode]
ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοι
Χορός
συνερεισθέντες χωροῦσι, νέον
 
πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.
 
τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
 
ναοῖσι πέλας τάδε βαίνει· 460
 
οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακεν
 
βουφορβὸς ἀνήρ.
 
ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντως
 
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
 
ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίας 465
 
Ἕλλησι διδοὺς ἀναφαίνει.
Ἰφιγένεια
εἶἑν·
 
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
 
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
 
ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι.
 
ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε 470
 
ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται.
 
φεῦ·
 
τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε
 
πατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει —
 
οἵων στερεῖσα διπτύχων νεανιῶν
 
ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳ 475
 
τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
 
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν
 
 
ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές.
 
πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι;
 
ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα, 480
 
μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω.
Ὀρέστης
τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
 
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι;
 
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
 
οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. 485
 
οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεται
 
σωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς
 
κακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνει
 
θνῄσκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών.
 
ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε 490
 
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ἰφιγένεια
πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος
 
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
Ὀρέστης
ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν.
Ἰφιγένεια
ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; 495
Ὀρέστης
τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ἰφιγένεια
πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ὀρέστης
φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι.
Ἰφιγένεια
σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ;
Ὀρέστης
τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν. 500
Ἰφιγένεια
οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
Ὀρέστης
ἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν.
Ἰφιγένεια
τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα;
Ὀρέστης
τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ἰφιγένεια
οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; 505
Ὀρέστης
ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
Ἰφιγένεια
χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
Ὀρέστης
τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι.
Ἰφιγένεια
πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς;
Ὀρέστης
ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι. 510
Ἰφιγένεια
φυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
Ὀρέστης
φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών.
Ἰφιγένεια
ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ὀρέστης
ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
Ἰφιγένεια
καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών. 515
Ὀρέστης
οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα.
Ἰφιγένεια
Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος.
Ὀρέστης
ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ.
Ἰφιγένεια
φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί.
Ὀρέστης
ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε. 520
Ἰφιγένεια
Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ὀρέστης
ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ἰφιγένεια
καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ὀρέστης
Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
Ἰφιγένεια
ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. 525
Ὀρέστης
ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ἰφιγένεια
νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται;
Ὀρέστης
ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς.
Ἰφιγένεια
πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω.
Ὀρέστης
ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ. 530
Ἰφιγένεια
Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ὀρέστης
ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ἰφιγένεια
ὦ πότνιʼ, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος;
Ὀρέστης
οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος.
Ἰφιγένεια
ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών. 535
Ὀρέστης
μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
Ἰφιγένεια
Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
Ὀρέστης
οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι.
Ἰφιγένεια
δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ὀρέστης
τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος. 540
Ἰφιγένεια
ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην.
Ὀρέστης
ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι.
Ἰφιγένεια
τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν;
Ὀρέστης
τίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων.
Ἰφιγένεια
Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. 545
Ὀρέστης
οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ἰφιγένεια
μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε.
Ὀρέστης
τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.
Ἰφιγένεια
τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ.
Ὀρέστης
τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι; 550
Ἰφιγένεια
τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.
Ὀρέστης
δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ἰφιγένεια
ὦ πανδάκρυτος ἡ κτανοῦσα χὡ κτανών.
Ὀρέστης
παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα.
Ἰφιγένεια
τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ. 555
Ὀρέστης
οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν.
Ἰφιγένεια
ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ὀρέστης
πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ἰφιγένεια
φεῦ·
 
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
Ὀρέστης
ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. 560
Ἰφιγένεια
λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ὀρέστης
λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ἰφιγένεια
τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ὀρέστης
οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ἰφιγένεια
τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. 565
Ὀρέστης
κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια
ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης
ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια
ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.
Ὀρέστης
οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι 570
 
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
 
πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
 
κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
 
ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
 
ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν. 575
Χορός
φεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;
 
ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ἰφιγένεια
ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον,
 
ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
 
κἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται, 580
 
εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.
 
θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοι
 
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
 
δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
 
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν 585
 
φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο
 
θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης;
 
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
 
ἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰς
 
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. 590
 
σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
 
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω —
 
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
 
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
 
οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε, 595
 
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ὀρέστης
καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
 
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
 
ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς,
 
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. 600
 
οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲ
 
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
 
ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
 
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
 
ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων 605
 
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
 
αὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος,
 
ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.
Ἰφιγένεια
ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος
 
ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος. 610
 
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
 
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι,
 
ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.
 
ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
 
δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις 615
 
προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
Ὀρέστης
θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ἰφιγένεια
ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
Ὀρέστης
ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
Ἰφιγένεια
ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον. 620
Ὀρέστης
αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ἰφιγένεια
οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ὀρέστης
ὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή.
Ἰφιγένεια
ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.
Ὀρέστης
τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω; 625
Ἰφιγένεια
πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.
Ὀρέστης
φεῦ·
 
πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ἰφιγένεια
μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ,
 
ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
 
οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, 630
 
ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν.
 
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
 
ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
 
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
 
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. 635
 
ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων
 
οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς.
 
φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ —
 
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
 
πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ, 640
 
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
 
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
Χορός
κατολοφύρομαι σὲ τὸν χερνίβων
 
ῥανίσι μελόμενον αἱμακταῖς. 645
Ὀρέστης
οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.
Χορός
σὲ δὲ τύχας μάκαρος, ὦ
 
νεανία, σεβόμεθʼ, ἐς
 
πάτραν ὅτι ποτʼ ἐπεμβάσῃ.
Πυλάδης
ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων. 650
Χορός
ὦ σχέτλιοι πομπαί.
 
φεῦ φεῦ, διόλλυσαι.
 
αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον;
 
ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, 655
 
σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
Ὀρέστης
Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
Πυλάδης
οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ὀρέστης
τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς 660
 
ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνους
 
νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν
 
Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον
 
Ἀγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ με
 
γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος 665
 
ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
 
δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν,
 
ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης
ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
 
πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα 670
 
ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
 
ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.
Ὀρέστης
τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
Πυλάδης
αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
 
κοινῇ τʼ ἔπλευσα δεῖ με καὶ κοινῇ θανεῖν. 675
 
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
 
Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί,
 
δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —
 
προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος
 
ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι 680
 
ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
 
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
 
ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω,
 
κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
 
καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, 685
 
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
Ὀρέστης
εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,
 
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
 
ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
 
ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ 690
 
κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει,
 
πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
 
σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις
 
μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
 
σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου 695
 
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν —
 
ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος
 
πατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.
 
ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
 
ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς, 700
 
πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε·
 
τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
 
καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
 
ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς
 
γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. 705
 
καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
 
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
 
καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων,
 
ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
 
ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. 710
 
ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·
 
τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος
 
ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.
 
ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
 
μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. 715
Πυλάδης
ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
 
οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ
 
θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.
 
ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω
 
μάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου. 720
 
ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία
 
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.
Ὀρέστης
σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη·
 
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.
Ἰφιγένεια
ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετε 725
 
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
 
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
 
ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι,
 
ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρ
 
ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. 730
 
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
 
θῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
 
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
Ὀρέστης
τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;
Ἰφιγένεια
ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς 735
 
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ὀρέστης
ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
Ἰφιγένεια
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Ὀρέστης
ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ἰφιγένεια
δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; 740
Ὀρέστης
ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ἰφιγένεια
ναί.
 
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
Ὀρέστης
ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής.
Ἰφιγένεια
δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλάδης
τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε. 745
Ἰφιγένεια
κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
Πυλάδης
τίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν;
Ἰφιγένεια
Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλάδης
ἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία.
Ἰφιγένεια
εἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; 750
Πυλάδης
ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;
Ἰφιγένεια
μήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός.
Πυλάδης
ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ἰφιγένεια
ἀλλʼ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.
Πυλάδης
ἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθῃ, 755
 
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
 
ἀφανὴς γένηται, σῶμα δʼ ἐκσῴσω μόνον,
 
τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον.
Ἰφιγένεια
ἀλλʼ οἶσθʼ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·
 
τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖς 760
 
λόγῳ φράσω σοι πάντʼ ἀναγγεῖλαι φίλοις.
 
ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,
 
αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα·
 
ἢν δʼ ἐν θαλάσσῃ γράμματʼ ἀφανισθῇ τάδε,
 
τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. 765
Πυλάδης
καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ.
 
σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρειν
 
πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
Ἰφιγένεια
ἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·
 
Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδε 770
 
ζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι —
Ὀρέστης
ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν;
Ἰφιγένεια
ἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.
 
Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
 
ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς 775
 
σφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω.
Ὀρέστης
Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα;
Ἰφιγένεια
ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.
Πυλάδης
Ὀρέστα — ;
Ἰφιγένεια
ἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς.
Πυλάδης
ὦ θεοί. 780
Ἰφιγένεια
τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς; 780
Πυλάδης
οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε.
 
τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι.
Ἰφιγένεια
λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰ
 
Ἄρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ,
 
δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, 785
 
ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί,
 
τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
Πυλάδης
ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
 
κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον,
 
τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν. 790
 
ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
 
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ὀρέστης
δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς
 
τὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι.
 
ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένος 795
 
ὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονι
 
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.
Χορός
ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
 
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
Ὀρέστης
ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς 800
 
Ἀγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου,
 
ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ.
Ἰφιγένεια
ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
 
τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Ὀρέστης
οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. 805
Ἰφιγένεια
ἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο;
Ὀρέστης
Πέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ.
Ἰφιγένεια
τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ὀρέστης
ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.
Ἰφιγένεια
οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ. 810
Ὀρέστης
λέγοιμʼ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε·
 
Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν;
Ἰφιγένεια
ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ὀρέστης
ταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς;
Ἰφιγένεια
ὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. 815
Ὀρέστης
εἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ἰφιγένεια
ὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς.
Ὀρέστης
καὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;
Ἰφιγένεια
οἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο.
Ὀρέστης
τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν; 820
Ἰφιγένεια
μνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.
Ὀρέστης
ἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
 
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
 
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
 
ἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, 825
 
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ἰφιγένεια
ὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
 
ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος
 
Ἀργόθεν, ὦ φίλος. 830
Ὀρέστης
κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
 
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
 
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν.
Ἰφιγένεια
τόδʼ ἔτι βρέφος
 
ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ 835
 
νεαρὸν ἐν δόμοις.
 
ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου
 
ψυχά, τί φῶ; θαυμάτων
 
πέρα καὶ λόγου πρόσω τάδʼ ἐπέβα. 840
Ὀρέστης
τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ἰφιγένεια
ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι·
 
δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
 
ἀμπτάμενος φύγῃ·
 
ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς, 845
 
Μυκήνα φίλα,
 
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
 
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
 
ἐξεθρέψω φάος.
Ὀρέστης
γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, 850
 
ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ἰφιγένεια
ἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανον
 
δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.
Ὀρέστης
οἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ. 855
Ἰφιγένεια
ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέως
 
ἐς κλισίαν λέκτρων
 
δολίαν ὅτʼ ἀγόμαν·
 
παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. 860
 
φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.
Ὀρέστης
ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ἰφιγένεια
ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον.
 
ἄλλα δʼ ἐξ ἄλλων κυρεῖ 865
 
δαίμονος τύχᾳ τινός.
Ὀρέστης
εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.
Ἰφιγένεια
ὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλαν
 
δείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγον 870
 
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
 
δαϊχθεὶς χερῶν.
 
ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά;
 
τίς τύχα μοι συγχωρήσει;
 
τίνα σοι πόρον εὑρομένα — 875
 
πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
 
πατρίδʼ ἐς Ἀργείαν,
 
πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι; 880
 
τόδε τόδε σόν, ὦ μελέα ψυχά,
 
χρέος ἀνευρίσκειν.
 
πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ;
 
ἀλλὰ ποδῶν ῥιπᾷ 885
 
θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
 
καὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν
 
στενοπόρου πέτρας μακρὰ κέλευθα να- 890
 
ΐοισιν δρασμοῖς.
 
τάλαινα, τάλαινα.
 
τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ 895
 
τί τῶν ἀδοκήτων,
 
πόρον ἄπορον ἐξανύσας, δυοῖν
 
τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι
 
κακῶν ἔκλυσιν;
Χορός
ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα 900
 
τάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ.
Πυλάδης
τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
 
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
 
λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών,
 
ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας 905
 
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
 
σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης,
 
καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
Ὀρέστης
καλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειν
 
τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, 910
 
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
Ἰφιγένεια
μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου,
 
πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον
 
εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί.
Ὀρέστης
τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα. 915
Ἰφιγένεια
οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ὀρέστης
Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ἰφιγένεια
ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης
ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια
οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. 920
Ὀρέστης
οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια
χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης
κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια
τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης
σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ. 925
Ἰφιγένεια
ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;
Ὀρέστης
ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια
σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης
Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ἰφιγένεια
οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; 930
Ὀρέστης
οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.
Ἰφιγένεια
ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς;
Ὀρέστης
ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια
ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.
Ὀρέστης
ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί. 935
Ἰφιγένεια
τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;
Ὀρέστης
Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
Ἰφιγένεια
τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;
Ὀρέστης
λέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων.
 
ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ 940
 
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
 
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
 
ἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας,
 
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
 
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ 945
 
Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.
 
ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένων
 
ἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον·
 
οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
 
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, 950
 
σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπως
 
δαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα,
 
ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
 
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
 
κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, 955
 
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
 
μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.
 
κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
 
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
 
χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. 960
 
ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
 
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
 
τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.
 
εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι,
 
Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι 965
 
ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·
 
νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια.
 
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
 
ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν·
 
ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, 970
 
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί,
 
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
 
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
 
ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών,
 
εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν. 975
 
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
 
Φοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
 
ἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί.
 
ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
 
σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, 980
 
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
 
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
 
ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα,
 
σῷσον πατρῷον οἶκον, ἔκσῳσον δʼ ἐμέ·
 
ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, 985
 
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
Χορός
δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
 
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει.
Ἰφιγένεια
τὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχω
 
Ἄργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν. 990
 
θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
 
νοσοῦντά τʼ οἶκον, οὐχὶ τῷ κτανόντι με
 
θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω·
 
σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂν
 
σῴσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθω 995
 
δέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰς
 
κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
 
πῶς δʼ οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος;
 
ἀλλʼ, εἰ μὲν — ἕν τι — τοῦθʼ ὁμοῦ γενήσεται,
 
ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼς 1000
 
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·
 
τούτου δὲ χωρισθεῖσʼ — ἐγὼ μὲν ὄλλυμαι,
 
σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
 
οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼν
 
σῴσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμων 1005
 
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.
Ὀρέστης
οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·
 
ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ
 
καὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον.
 
ἄξω δέ γʼ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, 1010
 
πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.
 
γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε
 
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
 
κομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδος
 
 
καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ 1015
 
συνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.
Ἰφιγένεια
πῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν,
 
λαβεῖν θʼ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
 
νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα.
Ὀρέστης
ἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν; 1020
Ἰφιγένεια
δεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας.
Ὀρέστης
ἀλλʼ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.
Ἰφιγένεια
οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα.
Ὀρέστης
τί δʼ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;
Ἰφιγένεια
ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; 1025
Ὀρέστης
κλεπτῶν γὰρ ἡ νύξ, τῆς δʼ ἀληθείας τὸ φῶς.
Ἰφιγένεια
εἴσʼ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.
Ὀρέστης
οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;
Ἰφιγένεια
ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
Ὀρέστης
ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. 1030
Ἰφιγένεια
ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.
Ὀρέστης
δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Ἰφιγένεια
φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
Ὀρέστης
χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
Ἰφιγένεια
ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, 1035
Ὀρέστης
τίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ.
Ἰφιγένεια
οὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόβῳ.
Ὀρέστης
τί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται;
Ἰφιγένεια
πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,
Ὀρέστης
ἔτʼ ἐν δόμοισι βρέτας, ἐφʼ ᾧ πεπλεύκαμεν. 1040
Ἰφιγένεια
κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.
Ὀρέστης
ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;
Ἰφιγένεια
οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
Ὀρέστης
σὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
Ἰφιγένεια
ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνῃ. 1045
Ὀρέστης
Πυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου;
Ἰφιγένεια
ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων.
Ὀρέστης
λάθρα δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;
Ἰφιγένεια
πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.
Ὀρέστης
καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. 1050
Ἰφιγένεια
σοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς.
Ὀρέστης
ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
 
ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίους
 
εὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
 
τὰ δʼ ἄλλʼ ἴσως — . ἅπαντα συμβαίη καλῶς. 1055
Ἰφιγένεια
ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
 
καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν
 
ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
 
φίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου.
 
καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω· 1060
 
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
 
σῴζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται.
 
σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατε
 
φυγάς. καλόν τοι γλῶσσʼ ὅτῳ πιστὴ παρῇ.
 
ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, 1065
 
ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει.
 
σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
 
σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶς
 
σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
 
γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων 1070
 
μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.
 
τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν —
 
φθέγξασθε — ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
 
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορός
θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον· 1075
 
ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται —
 
ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι.
Ἰφιγένεια
ὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες.
 
σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
 
ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός, 1080
 
θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.
 
>ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰς
 
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
 
σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίου
 
οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. 1085
 
ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
 
ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπει
 
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.
[Choral 1]
ὄρνις, ἃ παρὰ πετρίνας
Χορός
πόντου δειράδας, ἀλκυών, 1090
 
ἔλεγον οἶτον ἀείδεις,
 
εὐξύνετον ξυνετοῖς βοάν,
 
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
 
ἐγώ σοι παραβάλλομαι
 
θρήνους, ἄπτερος ὅρνις, 1095
 
ποθοῦσʼ Ἑλλάνων ἀγόρους,
 
ποθοῦσʼ Ἄρτεμιν λοχίαν,
 
ἃ παρὰ Κύνθιον ὄχθον οἰ-
 
κεῖ φοίνικά θʼ ἁβροκόμαν
 
δάφναν τʼ εὐερνέα καὶ 1100
 
γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
 
ας, Λατοῦς ὠδῖνα φίλαν,
 
λίμναν θʼ εἱλίσσουσαν ὕδωρ
 
κύκλιον, ἔνθα κύκνος μελῳ-
 
δὸς Μούσας θεραπεύει. 1105
 
ὦ πολλαὶ δακρύων λιβάδες,
 
αἳ παρηίδας εἰς ἐμὰς
 
ἔπεσον, ἁνίκα πύργων
 
ὀλομένων ἐν ναυσὶν ἔβαν
 
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις. 1110
 
ζαχρύσου δὲ διʼ ἐμπολᾶς
 
νόστον βάρβαρον ἦλθον,
 
ἔνθα τᾶς ἐλαφοκτόνου
 
θεᾶς ἀμφίπολον κόραν
 
παῖδʼ Ἀγαμεμνονίαν λατρεύ- 1115
 
ω βωμούς τʼ οὐ μηλοθύτας,
 
ζηλοῦσʼ ἄταν διὰ παν-
 
τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ-
 
καις οὐ κάμνεις σύντροφος ὤν.
 
μεταβάλλει δυσδαιμονία· 1120
 
τὸ δὲ μετʼ εὐτυχίας κακοῦ-
 
σθαι θνατοῖς βαρὺς αἰών.
[Choral 2]
καὶ σὲ μέν, πότνιʼ, Ἀργεία
Χορός
πεντηκόντορος οἶκον ἄξει·
 
συρίζων θʼ ὁ κηροδέτας 1125
 
κάλαμος οὐρείου Πανὸς
 
κώπαις ἐπιθωΰξει,
 
ὁ Φοῖβός θʼ ὁ μάντις ἔχων
 
κέλαδον ἑπτατόνου λύρας
 
ἀείδων ἄξει λιπαρὰν 1130
 
εὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν.
 
ἐμὲ δʼ αὐτοῦ λιποῦσα
 
βήσῃ ῥοθίοισι πλάταις·
 
ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ-
 
πὲρ στόλον ἐκπετάσουσι πόδα 1135
 
ναὸς ὠκυπόμπου.
 
λαμπροὺς ἱπποδρόμους βαίην,
 
ἔνθʼ εὐάλιον ἔρχεται πῦρ·
 
οἰκείων δʼ ὑπὲρ θαλάμων 1140
 
πτέρυγας ἐν νώτοις ἁμοῖς
 
λήξαιμι θοάζουσα·
 
χοροῖς δʼ ἑσταίην, ὅθι καὶ
 
παρθένος, εὐδοκίμων γάμων,
 
παρὰ πόδʼ εἱλίσσουσα φίλας 1145
 
ματρὸς ἡλίκων θιάσους,
 
χαρίτων εἰς ἁμίλλας,
 
χαίτας ἁβρόπλουτον ἔριν,
 
ὀρνυμένα, πολυποίκιλα φάρεα
 
καὶ πλοκάμους περιβαλλομένα 1150
 
γένυσιν ἐσκίαζον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi