Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις Euripides

Epeisodion 1

Χορός
καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίους
 
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκόλος
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
 
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ἰφιγένεια
τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; 240
Βουκόλος
ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
 
πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
 
θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
 
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
 
οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. 245
Ἰφιγένεια
ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι;
Βουκόλος
Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω.
Ἰφιγένεια
οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
Βουκόλος
Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου.
Ἰφιγένεια
τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν; 250
Βουκόλος
οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.
Ἰφιγένεια
πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκόλος
ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —
Ἰφιγένεια
καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκόλος
βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. 255
Ἰφιγένεια
ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε
 
τρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
 
χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶς
 
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
Βουκόλος
ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων 260
 
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
 
ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
 
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
 
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
 
βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν 265
 
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
 
ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες
 
θάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢν
 
ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών·
 
ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, 270
 
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
 
εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω,
 
ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ
 
ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
 
ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, 275
 
ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους
 
θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ,
 
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
 
ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
 
θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. 280
 
κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
 
ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω
 
κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
 
μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
 
Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷς 285
 
Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
 
δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη;
 
ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
 
πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν
 
ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. 290
 
οἴμοι, κτενεῖ με· ποῖ φύγω;
 
παρῆν δʼ ὁρᾶν
 
οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο
 
φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
 
ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.
 
ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, 295
 
σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος,
 
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
 
παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς,
 
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
 
ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. 300
 
κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
 
πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο,
 
κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους·
 
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
 
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. 305
 
πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
 
πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
 
στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομεν
 
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
 
βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν 310
 
ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει
 
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
 
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
 
φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.
 
ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος 315
 
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
 
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
 
ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις
 
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
 
οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν· 320
 
Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα
 
κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. —
 
ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
 
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
 
ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι 325
 
ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο,
 
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
 
ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
 
οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.
 
μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, 330
 
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
 
πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ
 
καμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς
 
κομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχος
 
ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι. 335
 
ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων
 
σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους
 
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
 
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
Χορός
θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ 340
 
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
Ἰφιγένεια
εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
 
τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα —
 
ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
 
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, 345
 
ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,
 
Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.
 
νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
 
δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν,
 
δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε. 350
 
καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
 
οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
 
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
 
ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
 
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας 355
 
Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν,
 
Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην,
 
τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
 
οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
 
ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ. 360
 
οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ —
 
ὅσας γενείου χεῖρας ἐξηκόντισα
 
γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
 
λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι
 
νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ 365
 
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
 
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
 
μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.
 
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως,
 
ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις 370
 
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
 
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
 
ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν,
 
— ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα
 
συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως 375
 
μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα
 
ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.
 
ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
 
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων —
 
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, 380
 
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
 
ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
 
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
 
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
 
οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ 385
 
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
 
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
 
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
 
τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
 
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· 390
 
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi