Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 4

Ἠλέκτρα
τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. 940
 
ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
 
ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·
 
ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
 
ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
 
ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν 945
 
λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
 
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
 
κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις
 
μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
 
τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, 950
 
τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
 
ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
 
δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν
 
μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς,
 
νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας 955
 
γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
Χορός
ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ
 
καὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
Ἠλέκτρα
εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν
← Önceki Epeisodion 4 · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi