Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 4

Ἠλέκτρα
γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη. 920
 
ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του
 
κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,
 
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
 
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.
 
ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς· 925
 
ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,
 
μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.
 
ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην
 
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
 
πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε· 930
 
Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή.
 
καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων
 
γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
 
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
 
οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει. 935
 
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
 
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
 
ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
 
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
← Önceki Epeisodion 4 · 3 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi