Epeisodion 4
Ἠλέκτρα
ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου
880
γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης,
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν
Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
885
σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου
παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος
ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.
Ὀρέστης
θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
890
ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον
τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.
ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν
Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε
προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
895
ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,
ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
δοῦλος, πάροιθε δεσπότης κεκλημένος.