Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Stasimon 3

[Choral]
θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος,
Χορός
ὡς νεβρὸς οὐράνιον 860
 
πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
 
νικᾷ στεφαναφορίαν
 
κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας
 
κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε
 
καλλίνικον ᾠδὰν ἐμῷ χορῷ. 865
Ἠλέκτρα
ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
 
ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
 
νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,
 
ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
 
φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου 870
 
κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι,
 
στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χορός
σὺ μέν νυν ἀγάλματʼ ἄειρε
 
κρατί· τὸ δʼ ἁμέτερον
 
χωρήσεται Μούσαισι χόρευμα φίλον. 875
 
νῦν οἱ πάρος ἁμέτεροι
 
γαίας τυραννεύσουσι φίλοι βασιλῆες,
 
δικαίως τοὺς ἀδίκους καθελόντες.
 
ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi