Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Αὐτουργός
ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ἠλέκτρα
ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.
Αὐτουργός
ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;
Ἠλέκτρα
σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αὐτουργός
οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις. 355
Ἠλέκτρα
ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
Αὐτουργός
οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
 
χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
 
ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.
 
αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων. 360
 
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
 
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
 
οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
Ὀρέστης
πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
 
τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων; 365
Ἠλέκτρα
οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ὀρέστης
φεῦ·
 
οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
 
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
 
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
← Önceki Epeisodion 1 · 8 / 12 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi