Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Ἠλέκτρα
παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.
 
ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
 
πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,
 
αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν,
 
κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών. 335
 
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
 
ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
 
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χορός
καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
 
λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον. 340
Αὐτουργός
ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
 
τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας
 
προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι
 
αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
Ἠλέκτρα
ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί· 345
 
τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
 
ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.
 
ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αὐτουργός
τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ἠλέκτρα
ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί. 350
← Önceki Epeisodion 1 · 7 / 12 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi