Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Stasimon 4

[Episode]
ἰώ,
Χορός
βασίλεια γύναι χθονὸς Ἀργείας,
 
παῖ Τυνδάρεω,
 
καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν 990
 
Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις
 
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
 
τιμὰς σωτῆρας ἔχοντες·
 
χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας
 
πλούτου μεγάλης τʼ εὐδαιμονίας. 995
 
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
 
καιρός. χαῖρʼ, ὦ βασίλεια.
Κλυταιμήστρα
ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς
 
λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.
 
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι 1000
 
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
 
ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα
 
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
Ἠλέκτρα
οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη
 
δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους — 1005
 
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
Κλυταιμήστρα
δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
Ἠλέκτρα
τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων,
 
ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
 
ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. 1010
Κλυταιμήστρα
τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
 
ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
 
λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴ
 
γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
 
ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ 1015
 
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
 
στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
 
ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
 
οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ.
 
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως 1020
 
λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων
 
πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς
 
λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.
 
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
 
ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα, 1025
 
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν·
 
νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν
 
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
 
τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
 
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη 1030
 
οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν·
 
ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην
 
λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο
 
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
 
μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω· 1035
 
ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις
 
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
 
γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.
 
κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
 
οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς. 1040
 
εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
 
κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
 
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
 
ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν
 
κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν; 1045
 
ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
 
πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
 
τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
 
λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,
 
ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. 1050
Χορός
δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει.
 
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
 
ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,
 
οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
Ἠλέκτρα
μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους 1055
 
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
Κλυταιμήστρα
καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
Ἠλέκτρα
ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς;
Κλυταιμήστρα
οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.
Ἠλέκτρα
λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου· 1060
 
εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
 
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
 
Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,
 
ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
 
ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο, 1065
 
σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
 
σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν
 
ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.
 
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
 
νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου, 1070
 
ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
 
γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
 
ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.
 
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
 
φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. 1075
 
μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,
 
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
 
εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα,
 
Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
 
καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· 1080
 
ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,
 
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·
 
Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης
 
ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
 
παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει. 1085
 
εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,
 
ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;
 
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
 
ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει
 
τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη; 1090
 
κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
 
οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
 
κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται
 
φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ
 
καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι· 1095
 
εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
 
ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν
 
γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ
 
μεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη.
Χορός
τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ, 1100
 
τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.
Κλυταιμήστρα
ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·
 
ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων,
 
οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
 
συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν 1105
 
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
 
σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα
 
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
 
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
 
ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν. 1110
Ἠλέκτρα
ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
 
πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς
 
πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν;
Κλυταιμήστρα
δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.
 
πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. 1115
Ἠλέκτρα
τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλυταιμήστρα
τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
Ἠλέκτρα
ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
Κλυταιμήστρα
καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
Ἠλέκτρα
φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. 1120
Κλυταιμήστρα
ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ἠλέκτρα
σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.
Κλυταιμήστρα
παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
Ἠλέκτρα
ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
 
τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ — 1125
 
δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·
 
τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.
Κλυταιμήστρα
ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.
Ἠλέκτρα
αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.
Κλυταιμήστρα
οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων; 1130
Ἠλέκτρα
πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
Κλυταιμήστρα
ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
 
θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν
 
τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ
 
νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες, 1135
 
φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με
 
δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,
 
πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
Ἠλέκτρα
χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
 
μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. 1140
 
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
 
κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
 
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
 
πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
 
ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ 1145
 
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
[Choral]
ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
Χορός
σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς
 
ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
 
ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων, 1150
 
τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν
 
πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;
 
 
 
παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα 1155
 
διαδρόμου λέχους μέλεον ἃ πόσιν
 
χρόνιον ἱκόμενον εἰς οἴκους
 
Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους
 
ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων 1160
 
πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.
 
ὀρεία τις ὡς λέαινʼ ὀργάδων
 
δρύοχα νεμομένα, τάδε κατήνυσεν.
Κλυταιμήστρα
ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα. 1165
Χορός
κλύεις ὑπώροφον βοάν;
Κλυταιμήστρα
ἰώ μοί μοι.
Χορός
ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
 
νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·
 
σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω, 1170
 
τάλαινʼ, εὐνέταν.
 
ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι
 
πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,
 
τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων.
 
οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος 1175
 
τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.
[Choral 1]
ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
Ὀρέστης
βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι-
 
α μυσαρά, δίγονα σώματʼ ἐν
 
χθονὶ κείμενα πλαγᾷ 1180
 
χερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν
 
πημάτων
 
Ἠλέκτρα
δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ.
 
διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ,
 
ἅ μʼ ἔτικτε κούραν.
Χορός
ἰὼ τύχας, σᾶς τύχας, 1185
 
μᾶτερ τεκοῦσʼ ἄλαστα,
 
ἄλαστα μέλεα καὶ πέρα
 
παθοῦσα σῶν τέκνων ὑπαί.
 
πατρὸς δʼ ἔτεισας φόνον δικαίως.
Ὀρέστης
ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼ 1190
 
ἄφαντα, φανερὰ δʼ ἐξέπρα-
 
ξας ἄχεα, φόνια δʼ ὤπασας
 
λάχεʼ ἀπὸ γᾶς τᾶς Ἑλλανίδος.
 
τίνα δʼ ἑτέραν μόλω πόλιν;
 
τίς ξένος, τίς εὐσεβὴς 1195
 
ἐμὸν κάρα προσόψεται
 
ματέρα κτανόντος;
Ἠλέκτρα
ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν,
 
τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
 
νυμφικὰς ἐς εὐνάς; 1200
Χορός
πάλιν, πάλιν φρόνημα σὸν
 
μετεστάθη πρὸς αὔραν·
 
φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐ
 
φρονοῦσα, δεινὰ δʼ εἰργάσω,
 
φίλα, κασίγνητον οὐ θέλοντα. 1205
[Choral 2]
κατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλων
Ὀρέστης
ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,
 
ἰώ μοι, πρὸς πέδῳ
 
τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ —
Χορός
σάφʼ οἶδα, διʼ ὀδύνας ἔβας, 1210
 
ἰήιον κλύων γόον
 
ματρός, ἅ σʼ ἔτικτε.
Ὀρέστης
βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν
 
τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω· 1215
 
παρῄδων τʼ ἐξ ἐμᾶν
 
ἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.
Χορός
τάλαινα· πῶς ἔτλας φόνον
 
διʼ ὀμμάτων ἰδεῖν σέθεν
 
ματρὸς ἐκπνεούσας; 1220
[Choral 3]
ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
Ὀρέστης
φασγάνῳ κατηρξάμαν
 
ματέρος ἔσω δέρας μεθείς.
Ἠλέκτρα
ἐγὼ δʼ ἐπεγκέλευσά σοι
 
ξίφους τʼ ἐφηψάμαν ἅμα. 1225
Χορός
δεινότατον παθέων ἔρεξας.
Ὀρέστης
λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
 
καὶ καθάρμοσον σφαγάς.
 
φονέας ἔτικτες ἆρά σοι.
Ἠλέκτρα
ἰδού, φίλᾳ τε κοὐ φίλᾳ 1230
 
φάρεα τάδʼ ἀμφιβάλλομεν.
Χορός
τέρμα κακῶν μεγάλων δόμοισιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi