Thesauros Edebiyat Tragedya Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Ἑκάβη
πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;
 
ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —
 
ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, 980
 
φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
 
τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
 
Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —
 
ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
 
οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ 985
 
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
 
ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
 
ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·
 
τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,
 
καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. 990
 
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
 
χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
 
ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου,
 
Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
 
χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν 995
 
δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω
 
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
← Önceki Epeisodion 3 · 7 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi