Epeisodion 3
Ἑλένη
Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε
920
Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,
δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.
ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.
ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις
925
Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι,
Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους
τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·
Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι
930
κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·
νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι
ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,
οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
935
εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι
ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα.