Thesauros Edebiyat Tragedya Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Stasimon 4

[Episode]
ἰὼ ἰώ,
Χορός
καίνʼ ἐκ καινῶν μεταβάλλουσαι
 
χθονὶ συντυχίαι. λεύσσετε Τρώων
 
τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι 1120
 
νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
 
Δαναοὶ κτείναντες ἔχουσιν.
Ταλθύβιος
Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
 
λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
 
μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας· 1125
 
αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
 
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
 
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
 
οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,
 
φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ 1130
 
δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,
 
πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος
 
τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο
 
θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων
 
ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος· 1135
 
φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
 
τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,
 
μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν,
 
μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
 
μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν, 1140
 
ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
 
ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας
 
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
 
στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
 
ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος 1145
 
ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
 
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
 
γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
 
σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
 
ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω· 1150
 
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
 
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
 
ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον,
 
ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ
 
ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην. 1155
Ἑκάβη
θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ,
 
λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
 
ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
 
τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον
 
καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ 1160
 
πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα,
 
ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
 
διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός,
 
πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
 
βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον, 1165
 
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
 
ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
 
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
 
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
 
μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον· 1170
 
νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
 
οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
 
δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως
 
τείχη πατρῷα, Λοξίου πυργώματα,
 
ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον 1175
 
φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ
 
ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω.
 
ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
 
κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.
 
ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, 1180
 
ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους,
 
Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
 
πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων
 
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
 
σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον, 1185
 
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
 
οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ
 
ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
 
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
 
Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε 1190
 
δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
 
ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
 
ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
 
ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
 
σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν. 1195
 
ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
 
ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
 
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
 
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
 
φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ 1200
 
ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
 
δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε.
 
θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
 
βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
 
ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε 1205
 
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
Χορός
καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
 
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
Ἑκάβη
ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
 
οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους 1210
 
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
 
μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα
 
τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς
 
ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
 
ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν. 1215
Χορός
ἒ ἔ, φρενῶν
 
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂν
 
ἀνάκτωρ πόλεως.
Ἑκάβη
ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
 
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
 
Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός. 1220
 
σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίων
 
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
 
στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
 
ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
 
κακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα. 1225
Χορός
αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα
 
γαῖά σʼ ὦ τέκνον δέξεται.
 
στέναζε, μᾶτερ,
Ἑκάβη
αἰαῖ.
Χορός
νεκρῶν ἴακχον. 1230
Ἑκάβη
οἴμοι μοι. 1230
Χορός
οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
Ἑκάβη
τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι,
 
τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ·
 
τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
Χορός
ἄρασσʼ ἄρασσε κρᾶτα 1235
 
πιτύλους διδοῦσα χειρός,
 
ἰώ μοί μοι.
Ἑκάβη
ὦ φίλταται γυναῖκες
Χορός
Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
Ἑκάβη
οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι 1240
 
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
 
μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
 
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
 
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
 
μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν. 1245
 
χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν·
 
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
 
δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
 
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
 
κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε. 1250
Χορός
ἰὼ ἰώ·
 
μελέα μήτηρ, ἣ τὰς μεγάλας
 
ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
 
μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων
 
ἀγαθῶν ἐγένου,
 
δεινῷ θανάτῳ διόλωλας. 1255
 
ἔα ἔα·
 
τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖς
 
λεύσσω φλογέας δαλοῖσι χέρας
 
διερέσσοντας; μέλλει Τροίᾳ
 
καινόν τι κακὸν προσέσεσθαι.
Ταλθύβιος
αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι 1260
 
Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα
 
ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
 
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
 
στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.
 
ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο, 1265
 
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
 
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
 
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
 
σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
 
ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα 1270
 
οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη
οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
 
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
 
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
 
ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, 1275
 
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
 
ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις
 
Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα.
 
πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς
 
δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ; 1280
 
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
 
φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
 
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθύβιος
ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
 
ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ 1285
 
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
Ἑκάβη
ὀττοτοτοτοτοῖ.
 
Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
 
πάτερ, ἀνάξια τᾶς Δαρδάνου
 
γονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας; 1290
Χορός
δέδορκεν, ἁ δὲ μεγαλόπολις
 
ἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία.
Ἑκάβη
ὀττοτοτοτοτοῖ.
 
λέλαμπεν Ἴλιος, Περ- 1295
 
γάμων τε πυρὶ καταίθεται τέραμνα
 
καὶ πόλις ἄκρα τε τειχέων.
Χορός
πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-
 
ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.
 
μαλερὰ μέλαθρα πυρὶ κατάδρομα 1300
 
δαΐῳ τε λόγχᾳ.
[Episode 1]
ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
Χορός
ἓ ἕ.
Ἑκάβη
ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
Χορός
ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.
Ἑκάβη
γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶ 1305
 
χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
Χορός
διάδοχά σοι γόνυ τίθημι γαίᾳ
 
τοὺς ἐμοὺς καλοῦσα νέρθεν
 
ἀθλίους ἀκοίτας.
Ἑκάβη
ἀγόμεθα φερόμεθʼ 1310
Χορός
ἄλγος ἄλγος βοᾷς. 1310
Ἑκάβη
δούλειον ὑπὸ μέλαθρον.
Χορός
ἐκ πάτρας γʼ ἐμᾶς.
Ἑκάβη
ἰώ.
 
Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος
 
ἄταφος ἄφιλος
 
ἄτας ἐμᾶς ἄιστος εἶ.
Χορός
μέλας γὰρ ὄσσε κατεκάλυψε 1315
 
θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
Ἑκάβη
ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
Χορός
ἓ ἕ.
Ἑκάβη
τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.
Χορός
τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι.
Ἑκάβη
κόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα 1320
 
ᾆστον οἴκων ἐμῶν με θήσει.
Χορός
ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼ
 
ἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστιν
 
ἁ τάλαινα Τροία.
Ἑκάβη
ἐμάθετʼ, ἐκλύετε; 1325
Χορός
Περγάμων γε κτύπον. 1325
Ἑκάβη
ἔνοσις ἅπασαν ἔνοσις
Χορός
ἐπικλύσει πόλιν.
Ἑκάβη
ἰώ·
 
τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος·
 
ἴτʼ ἐπί, τάλανα,
 
δούλειον ἁμέραν βίου. 1330
Χορός
ἰὼ τάλαινα πόλις· ὅμως δὲ
 
πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.
← Önceki 10 / 10

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi