Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
Πρεσβύτης
μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, 840
 
ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,
 
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
 
ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
 
ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
 
ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν 845
 
καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
 
εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου.
 
δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
 
ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.
 
ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, 850
 
καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους
 
οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
 
ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
 
ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
 
τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων 855
 
οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
Χορός
κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
 
κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
← Önceki Stasimon 3 · 5 / 18 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi