Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ; 800
Πρεσβύτης
οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;
Χορός
Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
Πρεσβύτης
μητρὸς δʼ ὁποίας ἐστὶν —
Χορός
οὐκ ἔχω φράσαι.
 
φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον —
 
παιδὸς προθύσων ξένια καὶ γενέθλια 805
 
σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
 
κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
Πρεσβύτης
δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —
 
τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
 
ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως 810
 
ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
 
λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
 
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
 
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
 
ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος 815
 
λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω.
 
ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι
 
ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν,
← Önceki Stasimon 3 · 3 / 18 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi