Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
Κρέουσα
ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
Πρεσβύτης
τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις. 940
Κρέουσα
Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.
Πρεσβύτης
ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ;
Κρέουσα
οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.
Πρεσβύτης
νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα;
Κρέουσα
τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά. 945
Πρεσβύτης
κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
Κρέουσα
ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.
Πρεσβύτης
ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;
Κρέουσα
μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
Πρεσβύτης
ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις. 950
Κρέουσα
τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
Πρεσβύτης
τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
Κρέουσα
οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.
Πρεσβύτης
τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.
Κρέουσα
ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις. 955
Πρεσβύτης
οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
Κρέουσα
αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
← Önceki Stasimon 3 · 10 / 18 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi