Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 2

[Choral 1]
ὁρῶ δάκρυα καὶ πενθίμους
Χορός
ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,
 
ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
 
πόσιν ἔχοντʼ εἰδῇ,
 
αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων. 680
 
τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
 
σας ὑμνῳδίαν;
 
πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
 
τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
 
οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον. 685
 
δειμαίνω συμφοράν,
 
ἐφʼ ὅ ποτε βάσεται.
 
ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι, 690
 
τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει,
 
δόλον τύχαν θʼ, ὁ παῖς
 
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
 
τίς οὐ τάδε ξυνοίσεται;
 
— φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ 695
 
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
 
πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
 
μέτοχος ἦν, τλάμων,
 
— νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.
 
— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ 700
 
— ἀτίετος φίλων.
 
— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
 
μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης
 
(— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
 
— καὶ θεοῖσιν μὴ τύχοι 705
 
καλλίφλογα πέλανον ἐπὶ
 
πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,
 
ὅσον ἀμᾶς ἔφυν
 
τυραννίδος φίλα. 710
 
— ἦ δὴ πέλας δείπνων κυρεῖ
 
παῖς καὶ πατὴρ νέος νέων.
[Choral]
ἰὼ δειράδες Παρνασοῦ πέτρας
Χορός
ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν, 715
 
ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
 
λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,
 
μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς,
 
νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι. 720
 
στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
 
ξενικὸν ἐσβολὰν
 
 
ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν
 
Ἐρεχθεὺς ἄναξ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi