Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
Ἴων
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
 
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
 
πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν. 620
 
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
 
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
 
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
 
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
 
αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς 625
 
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
 
ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
 
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
 
εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
 
πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν 630
 
ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·
 
εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
 
ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
 
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
 
ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ 635
 
πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
← Önceki Epeisodion 2 · 8 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi