Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν; 560
Ξοῦθος
πιθόμενός γε τῷ θεῷ. 560
Ἴων
χαῖρέ μοι, πάτερ —
Ξοῦθος
φίλον γε φθέγμʼ ἐδεξάμην τόδε.
Ἴων
ἡμέρα θʼ ἡ νῦν παροῦσα.
Ξοῦθος
μακάριόν γʼ ἔθηκέ με.
Ἴων
ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;
 
νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.
 
ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα. 565
Χορός
κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
 
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
 
ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος
ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
 
ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ, 570
 
σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.
 
ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
 
ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν,
 
ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
 
χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν. 575
 
ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
← Önceki Epeisodion 2 · 5 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi