Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 1

[Choral]
ὦ Πανὸς θακήματα καὶ
Χορός
παραυλίζουσα πέτρα
 
μυχώδεσι Μακραῖς,
 
ἵνα χοροὺς στείβουσι ποδοῖν 495
 
Ἀγλαύρου κόραι τρίγονοι
 
στάδια χλοερὰ πρὸ Παλλάδος
 
ναῶν, συρίγγων
 
ὑπʼ αἰόλας ἰαχᾶς
 
ὕμνων, ὅτʼ ἀναλίοις 500
 
συρίζεις, ὦ Πάν,
 
τοῖς σοῖσιν ἐν ἄντροις,
 
ἵνα τεκοῦσά τις Φοίβῳ
 
παρθένος, ὦ μελέα, βρέφος,
 
πτανοῖς ἐξόρισεν θοίναν
 
θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων 505
 
ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις
 
φάτιν ἄιον εὐτυχίας μετέχειν
 
θεόθεν τέκνα θνατοῖς.
← Önceki Stasimon 1 · 3 / 3 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi